TITUS
Novum Testamentum graece
Part No. 141
Previous part

Chapter: 6 
Verse: 1    Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσϑαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;
Verse: 2    
οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; καὶ εἰ ἐν ὑμῖν κρίνεται κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;
Verse: 3    
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;
Verse: 4    
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουϑενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καϑίζετε;
Verse: 5    
πρὸς ἐντροπὴν ὑμῖν λέγω. οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοϕὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελϕοῦ αὐτοῦ;
Verse: 6    
ἀλλὰ ἀδελϕὸς μετὰ ἀδελϕοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;
Verse: 7    
ἤδη μὲν [οὖν] ὅλως ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεϑ' ἑαυτῶν· διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσϑε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσϑε;
Verse: 8    
ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελϕούς.
Verse: 9    
οὐκ οἴδατε ὅτι ἄδικοι ϑεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; μὴ πλανᾶσϑε· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται
Verse: 10    
οὔτε κλέπται οὔτε πλεονέκται, οὐ μέϑυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν ϑεοῦ κληρονομήσουσιν.
Verse: 11    
καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασϑε, ἀλλὰ ἡγιάσϑητε, ἀλλὰ ἐδικαιώϑητε ἐν τῷ ὀνόματι τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ καὶ ἐν τῷ πνεύματι τοῦ ϑεοῦ ἡμῶν.
Verse: 12    
Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμϕέρει. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασϑήσομαι ὑπό τινος.
Verse: 13    
τὰ βρώματα τῇ κοιλίᾳ, καὶ κοιλία τοῖς βρώμασιν· δὲ ϑεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ κύριος τῷ σώματι·
Verse: 14    
δὲ ϑεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
Verse: 15    
οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
Verse: 16    
[ἢ] οὐκ οἴδατε ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ῎Εσονται γάρ, ϕησίν, οἱ δύο εἰς σάρκα μίαν.
Verse: 17    
δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.
Verse: 18    
ϕεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ἐὰν ποιήσῃ ἄνϑρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.
Verse: 19    
οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ ϑεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν;
Verse: 20    
ἠγοράσϑητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν ϑεὸν ἐν τῷ σώματι ὑμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.