TITUS
Novum Testamentum graece
Part No. 225
Previous part

Book: 1.Petr. 
ΠΕΤΡΟΥ Α

Epistola catholica beati Petri apostoli prima




Chapter: 1 
Verse: 1    Πέτρος ἀπόστολος ᾽Ιησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, ᾽Ασίας, καὶ Βιϑυνίας,
Verse: 2    
κατὰ πρόγνωσιν ϑεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος ᾽Ιησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληϑυνϑείη.
Verse: 3    
Εὐλογητὸς ϑεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως ᾽Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν,
Verse: 4    
εἰς κληρονομίαν ἄϕϑαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
Verse: 5    
τοὺς ἐν δυνάμει ϑεοῦ ϕρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυϕϑῆναι ἐν καιρῷ ἐσχάτῳ.
Verse: 6    
ἐν ἀγαλλιᾶσϑε, ὀλίγον ἄρτι εἰ δέον [ἐστὶν] λυπηϑέντες ἐν ποικίλοις πειρασμοῖς,
Verse: 7    
ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεϑῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει ᾽Ιησοῦ Χριστοῦ.
Verse: 8    
ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσϑε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
Verse: 9    
κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
Verse: 10    
Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προϕῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προϕητεύσαντες,
Verse: 11    
ἐραυνῶντες εἰς τίνα ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παϑήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
Verse: 12    
οἷς ἀπεκαλύϕϑη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἐπιϑυμοῦσιν ἄγγελοι παρακύψαι.
Verse: 13    
Διὸ ἀναζωσάμενοι τὰς ὀσϕύας τῆς διανοίας ὑμῶν, νήϕοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν ϕερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ᾽Ιησοῦ Χριστοῦ.
Verse: 14    
ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιϑυμίαις,
Verse: 15    
ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροϕῇ γενήϑητε,
Verse: 16    
διότι γέγραπται, ῞Αγιοι ἔσεσϑε, ὅτι ἐγὼ ἅγιος.
Verse: 17    
Καὶ εἰ πατέρα ἐπικαλεῖσϑε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν ϕόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράϕητε,
Verse: 18    
εἰδότες ὅτι οὐ ϕϑαρτοῖς, ἀργυρίῳ χρυσίῳ ἐλυτρώϑητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροϕῆς πατροπαραδότου,
Verse: 19    
ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
Verse: 20    
προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, ϕανερωϑέντος δὲ ἐπ' ἐσχάτου τῶν χρόνων δι' ὑμᾶς
Verse: 21    
τοὺς δι' αὐτοῦ πιστοὺς εἰς ϑεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς ϑεόν.
Verse: 22    
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληϑείας εἰς ϕιλαδελϕίαν ἀνυπόκριτον, ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
Verse: 23    
ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς ϕϑαρτῆς ἀλλὰ ἀϕϑάρτου, διὰ λόγου ζῶντος ϑεοῦ καὶ μένοντος·
Verse: 24    
διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνϑος χόρτου· ἐξηράνϑη χόρτος, καὶ τὸ ἄνϑος ἐξέπεσεν·
Verse: 25    
τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισϑὲν εἰς ὑμᾶς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.