TITUS
Novum Testamentum graece
Part No. 226
Previous part

Chapter: 2 
Verse: 1    ᾽Αποϑέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ ϕϑόνους καὶ πάσας καταλαλιάς,
Verse: 2    
ὡς ἀρτιγέννητα βρέϕη τὸ λογικὸν ἄδολον γάλα ἐπιποϑήσατε, ἵνα ἐν αὐτῷ αὐξηϑῆτε εἰς σωτηρίαν,
Verse: 3    
εἰ ἐγεύσασϑε ὅτι χρηστὸς κύριος.
Verse: 4    
πρὸς ὃν προσερχόμενοι, λίϑον ζῶντα, ὑπὸ ἀνϑρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ ϑεῷ ἐκλεκτὸν ἔντιμον,
Verse: 5    
καὶ αὐτοὶ ὡς λίϑοι ζῶντες οἰκοδομεῖσϑε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς ϑυσίας εὐπροσδέκτους ϑεῷ διὰ ᾽Ιησοῦ Χριστοῦ.
Verse: 6    
διότι περιέχει ἐν γραϕῇ, ᾽Ιδοὺ τίϑημι ἐν Σιὼν λίϑον ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, καὶ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνϑῇ.
Verse: 7    
ὑμῖν οὖν τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίϑος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήϑη εἰς κεϕαλὴν γωνίασ
Verse: 8    
καὶ λίϑος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειϑοῦντες, εἰς καὶ ἐτέϑησαν.
Verse: 9    
῾Υμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔϑνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητετοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ ϑαυμαστὸν αὐτοῦ ϕῶς·
Verse: 10    
οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς ϑεοῦ, οἱ οὐκ ἠλεημένοι   νῦν δὲ ἐλεηϑέντες.   
Verse: 11    
᾽Αγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσϑαι τῶν σαρκικῶν ἐπιϑυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς·
Verse: 12    
τὴν ἀναστροϕὴν ὑμῶν ἐν τοῖς ἔϑνεσιν ἔχοντες καλήν, ἵνα, ἐν καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν ϑεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
Verse: 13    
῾Υποτάγητε πάσῃ ἀνϑρωπίνῃ κτίσει διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
Verse: 14    
εἴτε ἡγεμόσιν ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαϑοποιῶν·
Verse: 15    
ὅτι οὕτως ἐστὶν τὸ ϑέλημα τοῦ ϑεοῦ, ἀγαϑοποιοῦντας ϕιμοῦν τὴν τῶν ἀϕρόνων ἀνϑρώπων ἀγνωσίαν·
Verse: 16    
ὡς ἐλεύϑεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευϑερίαν, ἀλλ' ὡς ϑεοῦ δοῦλοι.
Verse: 17    
πάντας τιμήσατε, τὴν ἀδελϕότητα ἀγαπᾶτε, τὸν ϑεὸν ϕοβεῖσϑε, τὸν βασιλέα τιμᾶτε.
Verse: 18    
Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ ϕόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαϑοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς.
Verse: 19    
τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν ϑεοῦ ὑποϕέρει τις λύπας πάσχων ἀδίκως.
Verse: 20    
ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαϕιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαϑοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ ϑεῷ.
Verse: 21    
εἰς τοῦτο γὰρ ἐκλήϑητε, ὅτι καὶ Χριστὸς ἔπαϑεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουϑήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
Verse: 22    
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέϑη δόλος ἐν τῷ στόματι αὐτοῦ·
Verse: 23    
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
Verse: 24    
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάϑητε.
Verse: 25    
ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλὰ ἐπεστράϕητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.