TITUS
Novum Testamentum graece
Part No. 227
Previous part

Chapter: 3 
Verse: 1    ῾Ομοίως [αἱ] γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειϑοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροϕῆς ἄνευ λόγου κερδηϑήσονται
Verse: 2    
ἐποπτεύσαντες τὴν ἐν ϕόβῳ ἁγνὴν ἀναστροϕὴν ὑμῶν.
Verse: 3    
ὧν ἔστω οὐχ ἔξωϑεν ἐμπλοκῆς τριχῶν καὶ περιϑέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος,
Verse: 4    
ἀλλ' κρυπτὸς τῆς καρδίας ἄνϑρωπος ἐν τῷ ἀϕϑάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ἐστιν ἐνώπιον τοῦ ϑεοῦ πολυτελές.
Verse: 5    
οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς ϑεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
Verse: 6    
ὡς Σάρρα ὑπήκουσεν τῷ ᾽Αβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήϑητε τέκνα ἀγαϑοποιοῦσαι καὶ μὴ ϕοβούμεναι μηδεμίαν πτόησιν.
Verse: 7    
Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσϑενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσϑαι τὰς προσευχὰς ὑμῶν.
Verse: 8    
Τὸ δὲ τέλος πάντες ὁμόϕρονες, συμπαϑεῖς, ϕιλάδελϕοι, εὔσπλαγχνοι, ταπεινόϕρονες,
Verse: 9    
μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήϑητε ἵνα εὐλογίαν κληρονομήσητε.
Verse: 10    
γὰρ ϑέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαϑὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον,
Verse: 11    
ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαϑόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
Verse: 12    
ὅτι ὀϕϑαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
Verse: 13    
Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαϑοῦ ζηλωταὶ γένησϑε;
Verse: 14    
ἀλλ' εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ ϕόβον αὐτῶν μὴ ϕοβηϑῆτε μηδὲ ταραχϑῆτε,
Verse: 15    
κύριονδὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
Verse: 16    
ἀλλὰ μετὰ πραύτητος καὶ ϕόβου, συνείδησιν ἔχοντες ἀγαϑήν, ἵνα ἐν καταλαλεῖσϑε καταισχυνϑῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαϑὴν ἐν Χριστῷ ἀναστροϕήν.
Verse: 17    
κρεῖττον γὰρ ἀγαϑοποιοῦντας, εἰ ϑέλοι τὸ ϑέλημα τοῦ ϑεοῦ, πάσχειν κακοποιοῦντας.
Verse: 18    
ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [ὑπὲρ ὑμῶν] ἀπέϑανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ ϑεῷ, ϑανατωϑεὶς μὲν σαρκὶ ζῳοποιηϑεὶς δὲ πνεύματι·
Verse: 19    
ἐν καὶ τοῖς ἐν ϕυλακῇ πνεύμασιν πορευϑεὶς ἐκήρυξεν,
Verse: 20    
ἀπειϑήσασίν ποτε ὅτε ἀπεξεδέχετο τοῦ ϑεοῦ μακροϑυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τοῦτ' ἔστιν ὀκτὼ ψυχαί, διεσώϑησαν δι' ὕδατος.
Verse: 21    
καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόϑεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαϑῆς ἐπερώτημα εἰς ϑεόν, δι' ἀναστάσεως ᾽Ιησοῦ Χριστοῦ,
Verse: 22    
ὅς ἐστιν ἐν δεξιᾷ [τοῦ] ϑεοῦ, πορευϑεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.