TITUS
Novum Testamentum graece
Part No. 185
Previous part

Book: 1.Thess. 
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α

Epistola beati Pauli apostoli ad Thessalonicenses prima




Chapter: 1 
Verse: 1    Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόϑεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν ϑεῷ πατρὶ καὶ κυρίῳ ᾽Ιησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη.
Verse: 2    
Εὐχαριστοῦμεν τῷ ϑεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
Verse: 3    
μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ ἔμπροσϑεν τοῦ ϑεοῦ καὶ πατρὸς ἡμῶν,
Verse: 4    
εἰδότες, ἀδελϕοὶ ἠγαπημένοι ὑπὸ [τοῦ] ϑεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
Verse: 5    
ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήϑη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ [ἐν] πληροϕορίᾳ πολλῇ, καϑὼς οἴδατε οἷοι ἐγενήϑημεν [ἐν] ὑμῖν δι' ὑμᾶς.
Verse: 6    
καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήϑητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν ϑλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
Verse: 7    
ὥστε γενέσϑαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ ᾽Αχαίᾳ.
Verse: 8    
ἀϕ' ὑμῶν γὰρ ἐξήχηται λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ [ἐν τῇ] ᾽Αχαίᾳ, ἀλλ' ἐν παντὶ τόπῳ πίστις ὑμῶν πρὸς τὸν ϑεὸν ἐξελήλυϑεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι·
Verse: 9    
αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν ϑεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν ϑεῷ ζῶντι καὶ ἀληϑινῷ,
Verse: 10    
καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ [τῶν] νεκρῶν, ᾽Ιησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.