TITUS
Novum Testamentum graece
Part No. 188
Chapter: 4
Verse: 1
Λοιπὸν
οὖν
,
ἀδελϕοί
,
ἐρωτῶμεν
ὑμᾶς
καὶ
παρακαλοῦμεν
ἐν
κυρίῳ
᾽Ιησοῦ
,
ἵνα
καϑὼς
παρελάβετε
παρ
'
ἡμῶν
τὸ
πῶς
δεῖ
ὑμᾶς
περιπατεῖν
καὶ
ἀρέσκειν
ϑεῷ
,
καϑὼς
καὶ
περιπατεῖτε
,
ἵνα
περισσεύητε
μᾶλλον
.
Verse: 2
οἴδατε
γὰρ
τίνας
παραγγελίας
ἐδώκαμεν
ὑμῖν
διὰ
τοῦ
κυρίου
᾽Ιησοῦ
.
Verse: 3
τοῦτο
γάρ
ἐστιν
ϑέλημα
τοῦ
ϑεοῦ
,
ὁ
ἁγιασμὸς
ὑμῶν
,
ἀπέχεσϑαι
ὑμᾶς
ἀπὸ
τῆς
πορνείας
,
Verse: 4
εἰδέναι
ἕκαστον
ὑμῶν
τὸ
ἑαυτοῦ
σκεῦος
κτᾶσϑαι
ἐν
ἁγιασμῷ
καὶ
τιμῇ
,
Verse: 5
μὴ
ἐν
πάϑει
ἐπιϑυμίας
καϑάπερ
καὶ
τὰ
ἔϑνη
τὰ
μὴ
εἰδότα
τὸν
ϑεόν
,
Verse: 6
τὸ
μὴ
ὑπερβαίνειν
καὶ
πλεονεκτεῖν
ἐν
τῷ
πράγματι
τὸν
ἀδελϕὸν
αὐτοῦ
,
διότι
ἔκδικος
κύριος
περὶ
πάντων
τούτων
,
καϑὼς
καὶ
προείπαμεν
ὑμῖν
καὶ
διεμαρτυράμεϑα
.
Verse: 7
οὐ
γὰρ
ἐκάλεσεν
ἡμᾶς
ὁ
ϑεὸς
ἐπὶ
ἀκαϑαρσίᾳ
ἀλλ
'
ἐν
ἁγιασμῷ
.
Verse: 8
τοιγαροῦν
ὁ
ἀϑετῶν
οὐκ
ἄνϑρωπον
ἀϑετεῖ
ἀλλὰ
τὸν
ϑεὸν
τὸν
[καὶ]
διδόντα
τὸ
πνεῦμα
αὐτοῦ
τὸ
ἅγιον
εἰς
ὑμᾶς
.
Verse: 9
Περὶ
δὲ
τῆς
ϕιλαδελϕίας
οὐ
χρείαν
ἔχετε
γράϕειν
ὑμῖν
,
αὐτοὶ
γὰρ
ὑμεῖς
ϑεοδίδακτοί
ἐστε
εἰς
τὸ
ἀγαπᾶν
ἀλλήλους
·
Verse: 10
καὶ
γὰρ
ποιεῖτε
αὐτὸ
εἰς
πάντας
τοὺς
ἀδελϕοὺς
[τοὺς]
ἐν
ὅλῃ
τῇ
Μακεδονίᾳ
.
παρακαλοῦμεν
δὲ
ὑμᾶς
,
ἀδελϕοί
,
περισσεύειν
μᾶλλον
,
Verse: 11
καὶ
ϕιλοτιμεῖσϑαι
ἡσυχάζειν
καὶ
πράσσειν
τὰ
ἴδια
καὶ
ἐργάζεσϑαι
ταῖς
χερσὶν
ὑμῶν
,
καϑὼς
ὑμῖν
παρηγγείλαμεν
,
Verse: 12
ἵνα
περιπατῆτε
εὐσχημόνως
πρὸς
τοὺς
ἔξω
καὶ
μηδενὸς
χρείαν
ἔχητε
.
Verse: 13
Οὐ
ϑέλομεν
δὲ
ὑμᾶς
ἀγνοεῖν
,
ἀδελϕοί
,
περὶ
τῶν
κοιμωμένων
,
ἵνα
μὴ
λυπῆσϑε
καϑὼς
καὶ
οἱ
λοιποὶ
οἱ
μὴ
ἔχοντες
ἐλπίδα
.
Verse: 14
εἰ
γὰρ
πιστεύομεν
ὅτι
᾽Ιησοῦς
ἀπέϑανεν
καὶ
ἀνέστη
,
οὕτως
καὶ
ὁ
ϑεὸς
τοὺς
κοιμηϑέντας
διὰ
τοῦ
᾽Ιησοῦ
ἄξει
σὺν
αὐτῷ
.
Verse: 15
Τοῦτο
γὰρ
ὑμῖν
λέγομεν
ἐν
λόγῳ
κυρίου
,
ὅτι
ἡμεῖς
οἱ
ζῶντες
οἱ
περιλειπόμενοι
εἰς
τὴν
παρουσίαν
τοῦ
κυρίου
οὐ
μὴ
ϕϑάσωμεν
τοὺς
κοιμηϑέντας
·
Verse: 16
ὅτι
αὐτὸς
ὁ
κύριος
ἐν
κελεύσματι
,
ἐν
ϕωνῇ
ἀρχαγγέλου
καὶ
ἐν
σάλπιγγι
ϑεοῦ
,
καταβήσεται
ἀπ
'
οὐρανοῦ
,
καὶ
οἱ
νεκροὶ
ἐν
Χριστῷ
ἀναστήσονται
πρῶτον
,
Verse: 17
ἔπειτα
ἡμεῖς
οἱ
ζῶντες
οἱ
περιλειπόμενοι
ἅμα
σὺν
αὐτοῖς
ἁρπαγησόμεϑα
ἐν
νεϕέλαις
εἰς
ἀπάντησιν
τοῦ
κυρίου
εἰς
ἀέρα
·
καὶ
οὕτως
πάντοτε
σὺν
κυρίῳ
ἐσόμεϑα
.
Verse: 18
῞Ωστε
παρακαλεῖτε
ἀλλήλους
ἐν
τοῖς
λόγοις
τούτοις
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.