TITUS
Novum Testamentum graece
Part No. 188
Previous part

Chapter: 4 
Verse: 1    Λοιπὸν οὖν, ἀδελϕοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ ᾽Ιησοῦ, ἵνα καϑὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν ϑεῷ, καϑὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον.
Verse: 2    
οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου ᾽Ιησοῦ.
Verse: 3    
τοῦτο γάρ ἐστιν ϑέλημα τοῦ ϑεοῦ, ἁγιασμὸς ὑμῶν, ἀπέχεσϑαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
Verse: 4    
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσϑαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
Verse: 5    
μὴ ἐν πάϑει ἐπιϑυμίας καϑάπερ καὶ τὰ ἔϑνη τὰ μὴ εἰδότα τὸν ϑεόν,
Verse: 6    
τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελϕὸν αὐτοῦ, διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καϑὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεϑα.
Verse: 7    
οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ϑεὸς ἐπὶ ἀκαϑαρσίᾳ ἀλλ' ἐν ἁγιασμῷ.
Verse: 8    
τοιγαροῦν ἀϑετῶν οὐκ ἄνϑρωπον ἀϑετεῖ ἀλλὰ τὸν ϑεὸν τὸν [καὶ] διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
Verse: 9    
Περὶ δὲ τῆς ϕιλαδελϕίας οὐ χρείαν ἔχετε γράϕειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς ϑεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
Verse: 10    
καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελϕοὺς [τοὺς] ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελϕοί, περισσεύειν μᾶλλον,
Verse: 11    
καὶ ϕιλοτιμεῖσϑαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσϑαι ταῖς χερσὶν ὑμῶν, καϑὼς ὑμῖν παρηγγείλαμεν,
Verse: 12    
ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
Verse: 13    
Οὐ ϑέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσϑε καϑὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
Verse: 14    
εἰ γὰρ πιστεύομεν ὅτι ᾽Ιησοῦς ἀπέϑανεν καὶ ἀνέστη, οὕτως καὶ ϑεὸς τοὺς κοιμηϑέντας διὰ τοῦ ᾽Ιησοῦ ἄξει σὺν αὐτῷ.
Verse: 15    
Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ ϕϑάσωμεν τοὺς κοιμηϑέντας·
Verse: 16    
ὅτι αὐτὸς κύριος ἐν κελεύσματι, ἐν ϕωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι ϑεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
Verse: 17    
ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεϑα ἐν νεϕέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεϑα.
Verse: 18    
῞Ωστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.