TITUS
Novum Testamentum graece
Part No. 189
Previous part

Chapter: 5 
Verse: 1    Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελϕοί, οὐ χρείαν ἔχετε ὑμῖν γράϕεσϑαι,
Verse: 2    
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
Verse: 3    
ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσϕάλεια, τότε αἰϕνίδιος αὐτοῖς ἐϕίσταται ὄλεϑρος ὥσπερ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκϕύγωσιν.
Verse: 4    
ὑμεῖς δέ, ἀδελϕοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
Verse: 5    
πάντες γὰρ ὑμεῖς υἱοὶ ϕωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
Verse: 6    
ἄρα οὖν μὴ καϑεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήϕωμεν.
Verse: 7    
οἱ γὰρ καϑεύδοντες νυκτὸς καϑεύδουσιν, καὶ οἱ μεϑυσκόμενοι νυκτὸς μεϑύουσιν·
Verse: 8    
ἡμεῖς δὲ ἡμέρας ὄντες νήϕωμεν, ἐνδυσάμενοι ϑώρακαπίστεως καὶ ἀγάπης καὶ περικεϕαλαίαν ἐλπίδα σωτηρίας·
Verse: 9    
ὅτι οὐκ ἔϑετο ἡμᾶς ϑεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ,
Verse: 10    
τοῦ ἀποϑανόντος ὑπὲρ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καϑεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
Verse: 11    
Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καϑὼς καὶ ποιεῖτε.
Verse: 12    
᾽Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελϕοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουϑετοῦντας ὑμᾶς,
Verse: 13    
καὶ ἡγεῖσϑαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
Verse: 14    
παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελϕοί, νουϑετεῖτε τοὺς ἀτάκτους, παραμυϑεῖσϑε τοὺς ὀλιγοψύχους, ἀντέχεσϑε τῶν ἀσϑενῶν, μακροϑυμεῖτε πρὸς πάντας.
Verse: 15    
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαϑὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
Verse: 16    
Πάντοτε χαίρετε,
Verse: 17    
ἀδιαλείπτως προσεύχεσϑε,
Verse: 18    
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ ϑέλημα ϑεοῦ ἐν Χριστῷ ᾽Ιησοῦ εἰς ὑμᾶς.
Verse: 19    
τὸ πνεῦμα μὴ σβέννυτε,
Verse: 20    
προϕητείας μὴ ἐξουϑενεῖτε·
Verse: 21    
πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
Verse: 22    
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσϑε.
Verse: 23    
Αὐτὸς δὲ ϑεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ τηρηϑείη.
Verse: 24    
πιστὸς καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
Verse: 25    
᾽Αδελϕοί, προσεύχεσϑε καὶ περὶ ἡμῶν.
Verse: 26    
᾽Ασπάσασϑε τοὺς ἀδελϕοὺς πάντας ἐν ϕιλήματι ἁγίῳ.
Verse: 27    
᾽Ενορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσϑῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελϕοῖς.
Verse: 28    
῾Η χάρις τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ μεϑ' ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.