TITUS
Novum Testamentum graece
Part No. 194
Previous part

Chapter: 2 
Verse: 1    Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσϑαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνϑρώπων,
Verse: 2    
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Verse: 3    
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν ϑεοῦ,
Verse: 4    
ὃς πάντας ἀνϑρώπους ϑέλει σωϑῆναι καὶ εἰς ἐπίγνωσιν ἀληϑείας ἐλϑεῖν.
Verse: 5    
εἷς γὰρ ϑεός, εἷς καὶ μεσίτης ϑεοῦ καὶ ἀνϑρώπων, ἄνϑρωπος Χριστὸς ᾽Ιησοῦς,
Verse: 6    
δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
Verse: 7    
εἰς ἐτέϑην ἐγὼ κῆρυξ καὶ ἀπόστολος ἀλήϑειαν λέγω, οὐ ψεύδομαι διδάσκαλος ἐϑνῶν ἐν πίστει καὶ ἀληϑείᾳ.
Verse: 8    
Βούλομαι οὖν προσεύχεσϑαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ·
Verse: 9    
ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωϕροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ μαργαρίταις ἱματισμῷ πολυτελεῖ,
Verse: 10    
ἀλλ' πρέπει γυναιξὶν ἐπαγγελλομέναις ϑεοσέβειαν, δι' ἔργων ἀγαϑῶν.
Verse: 11    
γυνὴ ἐν ἡσυχίᾳ μανϑανέτω ἐν πάσῃ ὑποταγῇ·
Verse: 12    
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐϑεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ.
Verse: 13    
᾽Αδὰμ γὰρ πρῶτος ἐπλάσϑη, εἶτα Εὕα·
Verse: 14    
καὶ ᾽Αδὰμ οὐκ ἠπατήϑη, δὲ γυνὴ ἐξαπατηϑεῖσα ἐν παραβάσει γέγονεν.
Verse: 15    
σωϑήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωϕροσύνης.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.