TITUS
Novum Testamentum graece
Part No. 195
Previous part

Chapter: 3 
Verse: 1    Πιστὸς λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιϑυμεῖ.
Verse: 2    
δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηϕάλιον, σώϕρονα, κόσμιον, ϕιλόξενον, διδακτικόν,
Verse: 3    
μὴ πάροινον, μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ, ἄμαχον, ἀϕιλάργυρον,
Verse: 4    
τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·
Verse: 5    
[εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας ϑεοῦ ἐπιμελήσεται;]
Verse: 6    
μὴ νεόϕυτον, ἵνα μὴ τυϕωϑεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
Verse: 7    
δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωϑεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Verse: 8    
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
Verse: 9    
ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καϑαρᾷ συνειδήσει.
Verse: 10    
καὶ οὗτοι δὲ δοκιμαζέσϑωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.
Verse: 11    
γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηϕαλίους, πιστὰς ἐν πᾶσιν.
Verse: 12    
διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων·
Verse: 13    
οἱ γὰρ καλῶς διακονήσαντες βαϑμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 14    
Ταῦτά σοι γράϕω, ἐλπίζων ἐλϑεῖν πρὸς σὲ τάχιον·
Verse: 15    
ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ ϑεοῦ ἀναστρέϕεσϑαι, ἥτις ἐστὶν ἐκκλησία ϑεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληϑείας.
Verse: 16    
καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ῝Ος ἐϕανερώϑη ἐν σαρκί, ἐδικαιώϑη ἐν πνεύματι, ὤϕϑη ἀγγέλοις, ἐκηρύχϑη ἐν ἔϑνεσιν, ἐπιστεύϑη ἐν κόσμῳ, ἀνελήμϕϑη ἐν δόξῃ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.