TITUS
Novum Testamentum graece
Part No. 197
Previous part

Chapter: 5 
Verse: 1    Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελϕούς,
Verse: 2    
πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελϕὰς ἐν πάσῃ ἁγνείᾳ.
Verse: 3    
Χήρας τίμα τὰς ὄντως χήρας.
Verse: 4    
εἰ δέ τις χήρα τέκνα ἔκγονα ἔχει, μανϑανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 5    
δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ ϑεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας·
Verse: 6    
δὲ σπαταλῶσα ζῶσα τέϑνηκεν.
Verse: 7    
καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν.
Verse: 8    
εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖται, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
Verse: 9    
Χήρα καταλεγέσϑω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
Verse: 10    
ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόϕησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ ϑλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαϑῷ ἐπηκολούϑησεν.
Verse: 11    
νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν ϑέλουσιν,
Verse: 12    
ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠϑέτησαν·
Verse: 13    
ἅμα δὲ καὶ ἀργαὶ μανϑάνουσιν, περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ ϕλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.
Verse: 14    
βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀϕορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν·
Verse: 15    
ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
Verse: 16    
εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσϑω ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
Verse: 17    
Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσϑωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ·
Verse: 18    
λέγει γὰρ γραϕή, Βοῦν ἀλοῶντα οὐ ϕιμώσεις· καί, ῎Αξιος ἐργάτης τοῦ μισϑοῦ αὐτοῦ.
Verse: 19    
κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο τριῶν μαρτύρων.
Verse: 20    
τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ ϕόβον ἔχωσιν.
Verse: 21    
Διαμαρτύρομαι ἐνώπιον τοῦ ϑεοῦ καὶ Χριστοῦ ᾽Ιησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα ϕυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.
Verse: 22    
Χεῖρας ταχέως μηδενὶ ἐπιτίϑει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.
Verse: 23    
Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσϑενείας.
Verse: 24    
Τινῶν ἀνϑρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουϑοῦσιν·
Verse: 25    
ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.