TITUS
Novum Testamentum graece
Part No. 198
Previous part

Chapter: 6 
Verse: 1    ῞Οσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσϑωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ ϑεοῦ καὶ διδασκαλία βλασϕημῆται.
Verse: 2    
οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταϕρονείτωσαν, ὅτι ἀδελϕοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
   
/ Ταῦτα δίδασκε καὶ παρακάλει.
Verse: 3    
εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ,
Verse: 4    
τετύϕωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ϕϑόνος, ἔρις, βλασϕημίαι, ὑπόνοιαι πονηραί,
Verse: 5    
διαπαρατριβαὶ διεϕϑαρμένων ἀνϑρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληϑείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
Verse: 6    
ἔστιν δὲ πορισμὸς μέγας εὐσέβεια μετὰ αὐταρκείας·
Verse: 7    
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεϑα·
Verse: 8    
ἔχοντες δὲ διατροϕὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσϑησόμεϑα.
Verse: 9    
οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιϑυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυϑίζουσιν τοὺς ἀνϑρώπους εἰς ὄλεϑρον καὶ ἀπώλειαν·
Verse: 10    
ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ϕιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήϑησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
Verse: 11    
Σὺ δέ, ἄνϑρωπε ϑεοῦ, ταῦτα ϕεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαϑίαν.
Verse: 12    
ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήϑης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
Verse: 13    
παραγγέλλω [σοι] ἐνώπιον τοῦ ϑεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
Verse: 14    
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιϕανείας τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ,
Verse: 15    
ἣν καιροῖς ἰδίοις δείξει μακάριος καὶ μόνος δυνάστης, βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
Verse: 16    
μόνος ἔχων ἀϑανασίαν, ϕῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνϑρώπων οὐδὲ ἰδεῖν δύναται· τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.
Verse: 17    
Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοϕρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐπὶ ϑεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,
Verse: 18    
ἀγαϑοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
Verse: 19    
ἀποϑησαυρίζοντας ἑαυτοῖς ϑεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
Verse: 20    
῏Ω Τιμόϑεε, τὴν παραϑήκην ϕύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοϕωνίας καὶ ἀντιϑέσεις τῆς ψευδωνύμου γνώσεως,
Verse: 21    
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. ῾Η χάρις μεϑ' ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.