TITUS
Novum Testamentum graece
Part No. 161
Previous part

Chapter: 10 
Verse: 1    Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραύτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ ϑαρρῶ εἰς ὑμᾶς·
Verse: 2    
δέομαι δὲ τὸ μὴ παρὼν ϑαρρῆσαι τῇ πεποιϑήσει λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
Verse: 3    
ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεϑα
Verse: 4    
τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ ϑεῷ πρὸς καϑαίρεσιν ὀχυρωμάτων λογισμοὺς καϑαιροῦντες
Verse: 5    
καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ ϑεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
Verse: 6    
καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωϑῇ ὑμῶν ὑπακοή.
Verse: 7    
Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιϑεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσϑω πάλιν ἐϕ' ἑαυτοῦ ὅτι καϑὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ἡμεῖς.
Verse: 8    
ἐάν [τε] γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καϑαίρεσιν ὑμῶν, οὐκ αἰσχυνϑήσομαι,
Verse: 9    
ἵνα μὴ δόξω ὡς ἂν ἐκϕοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν·
Verse: 10    
ὅτι, Αἱ ἐπιστολαὶ μέν, ϕησίν, βαρεῖαι καὶ ἰσχυραί, δὲ παρουσία τοῦ σώματος ἀσϑενὴς καὶ λόγος ἐξουϑενημένος.
Verse: 11    
τοῦτο λογιζέσϑω τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
Verse: 12    
Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.
Verse: 13    
ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεϑα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ϑεὸς μέτρου, ἐϕικέσϑαι ἄχρι καὶ ὑμῶν.
Verse: 14    
οὐ γὰρ ὡς μὴ ἐϕικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐϕϑάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ·
Verse: 15    
οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνϑῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
Verse: 16    
εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασϑαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασϑαι.
Verse: 17    
῾Ο δὲ καυχώμενος ἐν κυρίῳ καυχάσϑω·
Verse: 18    
οὐ γὰρ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν κύριος συνίστησιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.