TITUS
Novum Testamentum graece
Part No. 154
Previous part

Chapter: 3 
Verse: 1    ᾽Αρχόμεϑα πάλιν ἑαυτοὺς συνιστάνειν; μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἐξ ὑμῶν;
Verse: 2    
ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνϑρώπων·
Verse: 3    
ϕανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηϑεῖσα ὑϕ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι ϑεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιϑίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις.
Verse: 4    
Πεποίϑησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν ϑεόν.
Verse: 5    
οὐχ ὅτι ἀϕ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασϑαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἱκανότης ἡμῶν ἐκ τοῦ ϑεοῦ,
Verse: 6    
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαϑήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
Verse: 7    
Εἰ δὲ διακονία τοῦ ϑανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίϑοις ἐγενήϑη ἐν δόξῃ, ὥστε μὴ δύνασϑαι ἀτενίσαι τοὺς υἱοὺς ᾽Ισραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
Verse: 8    
πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
Verse: 9    
εἰ γὰρ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει διακονία τῆς δικαιοσύνης δόξῃ.
Verse: 10    
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
Verse: 11    
εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
Verse: 12    
῎Εχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεϑα,
Verse: 13    
καὶ οὐ καϑάπερ Μωϋσῆς ἐτίϑει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς ᾽Ισραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
Verse: 14    
ἀλλὰ ἐπωρώϑη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαϑήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται·
Verse: 15    
ἀλλ' ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
Verse: 16    
ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
Verse: 17    
δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐλευϑερία.
Verse: 18    
ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορϕούμεϑα ἀπὸ δόξης εἰς δόξαν, καϑάπερ ἀπὸ κυρίου πνεύματος.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.