TITUS
Novum Testamentum graece
Part No. 155
Previous part

Chapter: 4 
Verse: 1    Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καϑὼς ἠλεήϑημεν, οὐκ ἐγκακοῦμεν,
Verse: 2    
ἀλλὰ ἀπειπάμεϑα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ ϑεοῦ, ἀλλὰ τῇ ϕανερώσει τῆς ἀληϑείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνϑρώπων ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 3    
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
Verse: 4    
ἐν οἷς ϑεὸς τοῦ αἰῶνος τούτου ἐτύϕλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν ϕωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ ϑεοῦ.
Verse: 5    
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ᾽Ιησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ᾽Ιησοῦν.
Verse: 6    
ὅτι ϑεὸς εἰπών, ᾽Εκ σκότους ϕῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς ϕωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ ϑεοῦ ἐν προσώπῳ Χριστοῦ.
Verse: 7    
῎Εχομεν δὲ τὸν ϑησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ ϑεοῦ καὶ μὴ ἐξ ἡμῶν·
Verse: 8    
ἐν παντὶ ϑλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι,
Verse: 9    
διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι,
Verse: 10    
πάντοτε τὴν νέκρωσιν τοῦ ᾽Ιησοῦ ἐν τῷ σώματι περιϕέροντες, ἵνα καὶ ζωὴ τοῦ ᾽Ιησοῦ ἐν τῷ σώματι ἡμῶν ϕανερωϑῇ.
Verse: 11    
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς ϑάνατον παραδιδόμεϑα διὰ ᾽Ιησοῦν, ἵνα καὶ ζωὴ τοῦ ᾽Ιησοῦ ϕανερωϑῇ ἐν τῇ ϑνητῇ σαρκὶ ἡμῶν.
Verse: 12    
ὥστε ϑάνατος ἐν ἡμῖν ἐνεργεῖται, δὲ ζωὴ ἐν ὑμῖν.
Verse: 13    
ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, ᾽Επίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
Verse: 14    
εἰδότες ὅτι ἐγείρας τὸν κύριον ᾽Ιησοῦν καὶ ἡμᾶς σὺν ᾽Ιησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
Verse: 15    
τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ ϑεοῦ.
Verse: 16    
Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ' εἰ καὶ ἔξω ἡμῶν ἄνϑρωπος διαϕϑείρεται, ἀλλ' ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
Verse: 17    
τὸ γὰρ παραυτίκα ἐλαϕρὸν τῆς ϑλίψεως ἡμῶν καϑ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
Verse: 18    
μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.