TITUS
Novum Testamentum graece
Part No. 156
Previous part

Chapter: 5 
Verse: 1    Οἴδαμεν γὰρ ὅτι ἐὰν ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυϑῇ, οἰκοδομὴν ἐκ ϑεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Verse: 2    
καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασϑαι ἐπιποϑοῦντες,
Verse: 3    
εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεϑησόμεϑα.
Verse: 4    
καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐϕ' οὐ ϑέλομεν ἐκδύσασϑαι ἀλλ' ἐπενδύσασϑαι, ἵνα καταποϑῇ τὸ ϑνητὸν ὑπὸ τῆς ζωῆς.
Verse: 5    
δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο ϑεός, δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος.
Verse: 6    
Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,
Verse: 7    
διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους
Verse: 8    
ϑαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον.
Verse: 9    
διὸ καὶ ϕιλοτιμούμεϑα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι.
Verse: 10    
τοὺς γὰρ πάντας ἡμᾶς ϕανερωϑῆναι δεῖ ἔμπροσϑεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἔπραξεν, εἴτε ἀγαϑὸν εἴτε ϕαῦλον.
Verse: 11    
Εἰδότες οὖν τὸν ϕόβον τοῦ κυρίου ἀνϑρώπους πείϑομεν, ϑεῷ δὲ πεϕανερώμεϑα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεϕανερῶσϑαι.
Verse: 12    
οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ ἀϕορμὴν διδόντες ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ μὴ ἐν καρδίᾳ.
Verse: 13    
εἴτε γὰρ ἐξέστημεν, ϑεῷ· εἴτε σωϕρονοῦμεν, ὑμῖν.
Verse: 14    
γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο, ὅτι εἷς ὑπὲρ πάντων ἀπέϑανεν· ἄρα οἱ πάντες ἀπέϑανον·
Verse: 15    
καὶ ὑπὲρ πάντων ἀπέϑανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποϑανόντι καὶ ἐγερϑέντι.
Verse: 16    
῞Ωστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
Verse: 17    
ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλϑεν, ἰδοὺ γέγονεν καινά·
Verse: 18    
τὰ δὲ πάντα ἐκ τοῦ ϑεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
Verse: 19    
ὡς ὅτι ϑεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ ϑέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
Verse: 20    
ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ ϑεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεϑα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ ϑεῷ.
Verse: 21    
τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεϑα δικαιοσύνη ϑεοῦ ἐν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.