TITUS
Novum Testamentum graece
Part No. 158
Previous part

Chapter: 7 
Verse: 1    ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καϑαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν ϕόβῳ ϑεοῦ. /
Verse: 2    
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐϕϑείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
Verse: 3    
πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποϑανεῖν καὶ συζῆν.
Verse: 4    
πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ ϑλίψει ἡμῶν.
Verse: 5    
Καὶ γὰρ ἐλϑόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν σὰρξ ἡμῶν, ἀλλ' ἐν παντὶ ϑλιβόμενοι ἔξωϑεν μάχαι, ἔσωϑεν ϕόβοι.
Verse: 6    
ἀλλ' παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ϑεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
Verse: 7    
οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει παρεκλήϑη ἐϕ' ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόϑησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
Verse: 8    
ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην [βλέπω ὅτι ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς],
Verse: 9    
νῦν χαίρω, οὐχ ὅτι ἐλυπήϑητε, ἀλλ' ὅτι ἐλυπήϑητε εἰς μετάνοιαν· ἐλυπήϑητε γὰρ κατὰ ϑεόν, ἵνα ἐν μηδενὶ ζημιωϑῆτε ἐξ ἡμῶν.
Verse: 10    
γὰρ κατὰ ϑεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· δὲ τοῦ κόσμου λύπη ϑάνατον κατεργάζεται.
Verse: 11    
ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ ϑεὸν λυπηϑῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ ϕόβον, ἀλλὰ ἐπιπόϑησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
Verse: 12    
ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηϑέντος, ἀλλ' ἕνεκεν τοῦ ϕανερωϑῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ ϑεοῦ.
Verse: 13    
διὰ τοῦτο παρακεκλήμεϑα. ᾽Επὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
Verse: 14    
ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι οὐ κατῃσχύνϑην, ἀλλ' ὡς πάντα ἐν ἀληϑείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ καύχησις ἡμῶν ἐπὶ Τίτου ἀλήϑεια ἐγενήϑη.
Verse: 15    
καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ ϕόβου καὶ τρόμου ἐδέξασϑε αὐτόν.
Verse: 16    
χαίρω ὅτι ἐν παντὶ ϑαρρῶ ἐν ὑμῖν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.