TITUS
Novum Testamentum graece
Part No. 159
Previous part

Chapter: 8 
Verse: 1    Γνωρίζομεν δὲ ὑμῖν, ἀδελϕοί, τὴν χάριν τοῦ ϑεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
Verse: 2    
ὅτι ἐν πολλῇ δοκιμῇ ϑλίψεως περισσεία τῆς χαρᾶς αὐτῶν καὶ κατὰ βάϑους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·
Verse: 3    
ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐϑαίρετοι
Verse: 4    
μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους
Verse: 5    
καὶ οὐ καϑὼς ἠλπίσαμεν ἀλλ' ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ ϑελήματος ϑεοῦ,
Verse: 6    
εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καϑὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
Verse: 7    
ἀλλ' ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
Verse: 8    
Οὐ κατ' ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
Verse: 9    
γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὅτι δι' ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
Verse: 10    
καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμϕέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ ϑέλειν προενήρξασϑε ἀπὸ πέρυσι·
Verse: 11    
νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καϑάπερ προϑυμία τοῦ ϑέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
Verse: 12    
εἰ γὰρ προϑυμία πρόκειται, καϑὸ ἐὰν ἔχῃ εὐπρόσδεκτος, οὐ καϑὸ οὐκ ἔχει.
Verse: 13    
οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ὑμῖν ϑλῖψις· ἀλλ' ἐξ ἰσότητος
Verse: 14    
ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης·
Verse: 15    
καϑὼς γέγραπται, ῾Ο τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
Verse: 16    
Χάρις δὲ τῷ ϑεῷ τῷ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
Verse: 17    
ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐϑαίρετος ἐξῆλϑεν πρὸς ὑμᾶς.
Verse: 18    
συνεπέμψαμεν δὲ μετ' αὐτοῦ τὸν ἀδελϕὸν οὗ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν
Verse: 19    
οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηϑεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑϕ' ἡμῶν πρὸς τὴν [αὐτοῦ] τοῦ κυρίου δόξαν καὶ προϑυμίαν ἡμῶν
Verse: 20    
στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑϕ' ἡμῶν·
Verse: 21    
προνοοῦμενγὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνϑρώπων.
Verse: 22    
συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελϕὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιϑήσει πολλῇ τῇ εἰς ὑμᾶς.
Verse: 23    
εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελϕοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
Verse: 24    
τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.