TITUS
Novum Testamentum graece
Part No. 159
Chapter: 8
Verse: 1
Γνωρίζομεν
δὲ
ὑμῖν
,
ἀδελϕοί
,
τὴν
χάριν
τοῦ
ϑεοῦ
τὴν
δεδομένην
ἐν
ταῖς
ἐκκλησίαις
τῆς
Μακεδονίας
,
Verse: 2
ὅτι
ἐν
πολλῇ
δοκιμῇ
ϑλίψεως
ἡ
περισσεία
τῆς
χαρᾶς
αὐτῶν
καὶ
ἡ
κατὰ
βάϑους
πτωχεία
αὐτῶν
ἐπερίσσευσεν
εἰς
τὸ
πλοῦτος
τῆς
ἁπλότητος
αὐτῶν
·
Verse: 3
ὅτι
κατὰ
δύναμιν
,
μαρτυρῶ
,
καὶ
παρὰ
δύναμιν
,
αὐϑαίρετοι
Verse: 4
μετὰ
πολλῆς
παρακλήσεως
δεόμενοι
ἡμῶν
τὴν
χάριν
καὶ
τὴν
κοινωνίαν
τῆς
διακονίας
τῆς
εἰς
τοὺς
ἁγίους
Verse: 5
καὶ
οὐ
καϑὼς
ἠλπίσαμεν
ἀλλ
'
ἑαυτοὺς
ἔδωκαν
πρῶτον
τῷ
κυρίῳ
καὶ
ἡμῖν
διὰ
ϑελήματος
ϑεοῦ
,
Verse: 6
εἰς
τὸ
παρακαλέσαι
ἡμᾶς
Τίτον
ἵνα
καϑὼς
προενήρξατο
οὕτως
καὶ
ἐπιτελέσῃ
εἰς
ὑμᾶς
καὶ
τὴν
χάριν
ταύτην
.
Verse: 7
ἀλλ
'
ὥσπερ
ἐν
παντὶ
περισσεύετε
,
πίστει
καὶ
λόγῳ
καὶ
γνώσει
καὶ
πάσῃ
σπουδῇ
καὶ
τῇ
ἐξ
ἡμῶν
ἐν
ὑμῖν
ἀγάπῃ
,
ἵνα
καὶ
ἐν
ταύτῃ
τῇ
χάριτι
περισσεύητε
.
Verse: 8
Οὐ
κατ
'
ἐπιταγὴν
λέγω
,
ἀλλὰ
διὰ
τῆς
ἑτέρων
σπουδῆς
καὶ
τὸ
τῆς
ὑμετέρας
ἀγάπης
γνήσιον
δοκιμάζων
·
Verse: 9
γινώσκετε
γὰρ
τὴν
χάριν
τοῦ
κυρίου
ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ
,
ὅτι
δι
'
ὑμᾶς
ἐπτώχευσεν
πλούσιος
ὤν
,
ἵνα
ὑμεῖς
τῇ
ἐκείνου
πτωχείᾳ
πλουτήσητε
.
Verse: 10
καὶ
γνώμην
ἐν
τούτῳ
δίδωμι
·
τοῦτο
γὰρ
ὑμῖν
συμϕέρει
,
οἵτινες
οὐ
μόνον
τὸ
ποιῆσαι
ἀλλὰ
καὶ
τὸ
ϑέλειν
προενήρξασϑε
ἀπὸ
πέρυσι
·
Verse: 11
νυνὶ
δὲ
καὶ
τὸ
ποιῆσαι
ἐπιτελέσατε
,
ὅπως
καϑάπερ
ἡ
προϑυμία
τοῦ
ϑέλειν
οὕτως
καὶ
τὸ
ἐπιτελέσαι
ἐκ
τοῦ
ἔχειν
.
Verse: 12
εἰ
γὰρ
ἡ
προϑυμία
πρόκειται
,
καϑὸ
ἐὰν
ἔχῃ
εὐπρόσδεκτος
,
οὐ
καϑὸ
οὐκ
ἔχει
.
Verse: 13
οὐ
γὰρ
ἵνα
ἄλλοις
ἄνεσις
,
ὑμῖν
ϑλῖψις
·
ἀλλ
'
ἐξ
ἰσότητος
Verse: 14
ἐν
τῷ
νῦν
καιρῷ
τὸ
ὑμῶν
περίσσευμα
εἰς
τὸ
ἐκείνων
ὑστέρημα
,
ἵνα
καὶ
τὸ
ἐκείνων
περίσσευμα
γένηται
εἰς
τὸ
ὑμῶν
ὑστέρημα
,
ὅπως
γένηται
ἰσότης
·
Verse: 15
καϑὼς
γέγραπται
,
῾Ο
τὸ
πολὺ
οὐκ
ἐπλεόνασεν
,
καὶ
ὁ
τὸ
ὀλίγον
οὐκ
ἠλαττόνησεν
.
Verse: 16
Χάρις
δὲ
τῷ
ϑεῷ
τῷ
δόντι
τὴν
αὐτὴν
σπουδὴν
ὑπὲρ
ὑμῶν
ἐν
τῇ
καρδίᾳ
Τίτου
,
Verse: 17
ὅτι
τὴν
μὲν
παράκλησιν
ἐδέξατο
,
σπουδαιότερος
δὲ
ὑπάρχων
αὐϑαίρετος
ἐξῆλϑεν
πρὸς
ὑμᾶς
.
Verse: 18
συνεπέμψαμεν
δὲ
μετ
'
αὐτοῦ
τὸν
ἀδελϕὸν
οὗ
ὁ
ἔπαινος
ἐν
τῷ
εὐαγγελίῳ
διὰ
πασῶν
τῶν
ἐκκλησιῶν
Verse: 19
οὐ
μόνον
δὲ
ἀλλὰ
καὶ
χειροτονηϑεὶς
ὑπὸ
τῶν
ἐκκλησιῶν
συνέκδημος
ἡμῶν
σὺν
τῇ
χάριτι
ταύτῃ
τῇ
διακονουμένῃ
ὑϕ
'
ἡμῶν
πρὸς
τὴν
[αὐτοῦ]
τοῦ
κυρίου
δόξαν
καὶ
προϑυμίαν
ἡμῶν
Verse: 20
στελλόμενοι
τοῦτο
μή
τις
ἡμᾶς
μωμήσηται
ἐν
τῇ
ἁδρότητι
ταύτῃ
τῇ
διακονουμένῃ
ὑϕ
'
ἡμῶν
·
Verse: 21
προνοοῦμενγὰρ
καλὰ
οὐ
μόνον
ἐνώπιον
κυρίου
ἀλλὰ
καὶ
ἐνώπιον
ἀνϑρώπων
.
Verse: 22
συνεπέμψαμεν
δὲ
αὐτοῖς
τὸν
ἀδελϕὸν
ἡμῶν
ὃν
ἐδοκιμάσαμεν
ἐν
πολλοῖς
πολλάκις
σπουδαῖον
ὄντα
,
νυνὶ
δὲ
πολὺ
σπουδαιότερον
πεποιϑήσει
πολλῇ
τῇ
εἰς
ὑμᾶς
.
Verse: 23
εἴτε
ὑπὲρ
Τίτου
,
κοινωνὸς
ἐμὸς
καὶ
εἰς
ὑμᾶς
συνεργός
·
εἴτε
ἀδελϕοὶ
ἡμῶν
,
ἀπόστολοι
ἐκκλησιῶν
,
δόξα
Χριστοῦ
.
Verse: 24
τὴν
οὖν
ἔνδειξιν
τῆς
ἀγάπης
ὑμῶν
καὶ
ἡμῶν
καυχήσεως
ὑπὲρ
ὑμῶν
εἰς
αὐτοὺς
ἐνδεικνύμενοι
εἰς
πρόσωπον
τῶν
ἐκκλησιῶν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.