TITUS
Novum Testamentum graece
Part No. 160
Previous part

Chapter: 9 
Verse: 1    Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράϕειν ὑμῖν,
Verse: 2    
οἶδα γὰρ τὴν προϑυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι ᾽Αχαία παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέϑισεν τοὺς πλείονας.
Verse: 3    
ἔπεμψα δὲ τοὺς ἀδελϕούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωϑῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καϑὼς ἔλεγον παρεσκευασμένοι ἦτε,
Verse: 4    
μή πως ἐὰν ἔλϑωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνϑῶμεν ἡμεῖς, ἵνα μὴ λέγω ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ.
Verse: 5    
ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελϕοὺς ἵνα προέλϑωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.
Verse: 6    
Τοῦτο δέ, σπείρων ϕειδομένως ϕειδομένως καὶ ϑερίσει, καὶ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ ϑερίσει.
Verse: 7    
ἕκαστος καϑὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ϑεός.
Verse: 8    
δυνατεῖ δὲ ϑεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαϑόν,
Verse: 9    
καϑὼς γέγραπται, ᾽Εσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Verse: 10    
δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληϑυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·
Verse: 11    
ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι' ἡμῶν εὐχαριστίαν τῷ ϑεῷ
Verse: 12    
ὅτι διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ ϑεῷ
Verse: 13    
διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν ϑεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
Verse: 14    
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποϑούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ ϑεοῦ ἐϕ' ὑμῖν.
Verse: 15    
χάρις τῷ ϑεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.