TITUS
Novum Testamentum graece
Part No. 230
Previous part

Book: 2.Petr. 
ΠΕΤΡΟΥ Β

Epistola catholica beati Petri apostoli secunda




Chapter: 1 
Verse: 1    Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος ᾽Ιησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ ϑεοῦ ἡμῶν καὶ σωτῆρος ᾽Ιησοῦ Χριστοῦ·
Verse: 2    
χάρις ὑμῖν καὶ εἰρήνη πληϑυνϑείη ἐν ἐπιγνώσει τοῦ ϑεοῦ καὶ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν.
Verse: 3    
῾Ως πάντα ἡμῖν τῆς ϑείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
Verse: 4    
δι' ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησϑε ϑείας κοινωνοὶ ϕύσεως, ἀποϕυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιϑυμίᾳ ϕϑορᾶς.
Verse: 5    
καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
Verse: 6    
ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
Verse: 7    
ἐν δὲ τῇ εὐσεβείᾳ τὴν ϕιλαδελϕίαν, ἐν δὲ τῇ ϕιλαδελϕίᾳ τὴν ἀγάπην.
Verse: 8    
ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καϑίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ ἐπίγνωσιν·
Verse: 9    
γὰρ μὴ πάρεστιν ταῦτα, τυϕλός ἐστιν μυωπάζων, λήϑην λαβὼν τοῦ καϑαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.
Verse: 10    
διὸ μᾶλλον, ἀδελϕοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσϑαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε·
Verse: 11    
οὕτως γὰρ πλουσίως ἐπιχορηγηϑήσεται ὑμῖν εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος ᾽Ιησοῦ Χριστοῦ.
Verse: 12    
Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληϑείᾳ.
Verse: 13    
δίκαιον δὲ ἡγοῦμαι, ἐϕ' ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει,
Verse: 14    
εἰδὼς ὅτι ταχινή ἐστιν ἀπόϑεσις τοῦ σκηνώματός μου, καϑὼς καὶ κύριος ἡμῶν ᾽Ιησοῦς Χριστὸς ἐδήλωσέν μοι·
Verse: 15    
σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσϑαι.
Verse: 16    
Οὐ γὰρ σεσοϕισμένοις μύϑοις ἐξακολουϑήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ' ἐπόπται γενηϑέντες τῆς ἐκείνου μεγαλειότητος.
Verse: 17    
λαβὼν γὰρ παρὰ ϑεοῦ πατρὸς τιμὴν καὶ δόξαν ϕωνῆς ἐνεχϑείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, ῾Ο υἱός μου ἀγαπητός μου οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα
Verse: 18    
καὶ ταύτην τὴν ϕωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχϑεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
Verse: 19    
καὶ ἔχομεν βεβαιότερον τὸν προϕητικὸν λόγον, καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ ϕαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ ϕωσϕόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·
Verse: 20    
τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προϕητεία γραϕῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται·
Verse: 21    
οὐ γὰρ ϑελήματι ἀνϑρώπου ἠνέχϑη προϕητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου ϕερόμενοι ἐλάλησαν ἀπὸ ϑεοῦ ἄνϑρωποι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.