TITUS
Novum Testamentum graece
Part No. 201
Previous part

Chapter: 3 
Verse: 1    Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
Verse: 2    
ἔσονται γὰρ οἱ ἄνϑρωποι ϕίλαυτοι, ϕιλάργυροι, ἀλαζόνες, ὑπερήϕανοι, βλάσϕημοι, γονεῦσιν ἀπειϑεῖς, ἀχάριστοι, ἀνόσιοι,
Verse: 3    
ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀϕιλάγαϑοι,
Verse: 4    
προδόται, προπετεῖς, τετυϕωμένοι, ϕιλήδονοι μᾶλλον ϕιλόϑεοι,
Verse: 5    
ἔχοντες μόρϕωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.
Verse: 6    
ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιϑυμίαις ποικίλαις,
Verse: 7    
πάντοτε μανϑάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληϑείας ἐλϑεῖν δυνάμενα.
Verse: 8    
ὃν τρόπον δὲ ᾽Ιάννης καὶ ᾽Ιαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνϑίστανται τῇ ἀληϑείᾳ, ἄνϑρωποι κατεϕϑαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν·
Verse: 9    
ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον, γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἐκείνων ἐγένετο.
Verse: 10    
Σὺ δὲ παρηκολούϑησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προϑέσει, τῇ πίστει, τῇ μακροϑυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
Verse: 11    
τοῖς διωγμοῖς, τοῖς παϑήμασιν, οἷά μοι ἐγένετο ἐν ᾽Αντιοχείᾳ, ἐν ᾽Ικονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο κύριος.
Verse: 12    
καὶ πάντες δὲ οἱ ϑέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ ᾽Ιησοῦ διωχϑήσονται·
Verse: 13    
πονηροὶ δὲ ἄνϑρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
Verse: 14    
σὺ δὲ μένε ἐν οἷς ἔμαϑες καὶ ἐπιστώϑης, εἰδὼς παρὰ τίνων ἔμαϑες,
Verse: 15    
καὶ ὅτι ἀπὸ βρέϕους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοϕίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 16    
πᾶσα γραϕὴ ϑεόπνευστος καὶ ὠϕέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρϑωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
Verse: 17    
ἵνα ἄρτιος τοῦ ϑεοῦ ἄνϑρωπος, πρὸς πᾶν ἔργον ἀγαϑὸν ἐξηρτισμένος.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.