TITUS
Novum Testamentum graece
Part No. 92
Previous part

Book: Act. 
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ

Actus_Apostolorum




Chapter: 1 
Verse: 1    Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, Θεόϕιλε, ὧν ἤρξατο ᾽Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν
Verse: 2    
ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμϕϑη·
Verse: 3    
οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παϑεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ ϑεοῦ.
Verse: 4    
καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσϑαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
Verse: 5    
ὅτι ᾽Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισϑήσεσϑε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Verse: 6    
Οἱ μὲν οὖν συνελϑόντες ἠρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαϑιστάνεις τὴν βασιλείαν τῷ ᾽Ισραήλ;
Verse: 7    
εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους καιροὺς οὓς πατὴρ ἔϑετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ·
Verse: 8    
ἀλλὰ λήμψεσϑε δύναμιν ἐπελϑόντος τοῦ ἁγίου πνεύματος ἐϕ' ὑμᾶς, καὶ ἔσεσϑέ μου μάρτυρες ἔν τε ᾽Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾽Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Verse: 9    
καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρϑη, καὶ νεϕέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀϕϑαλμῶν αὐτῶν.
Verse: 10    
καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσϑήσεσι λευκαῖς,
Verse: 11    
οἳ καὶ εἶπαν, ῎Ανδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ᾽Ιησοῦς ἀναλημϕϑεὶς ἀϕ' ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐϑεάσασϑε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
Verse: 12    
Τότε ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ᾽Ελαιῶνος, ἐστιν ἐγγὺς ᾽Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
Verse: 13    
καὶ ὅτε εἰσῆλϑον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, τε Πέτρος καὶ ᾽Ιωάννης καὶ ᾽Ιάκωβος καὶ ᾽Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρϑολομαῖος καὶ Μαϑϑαῖος, ᾽Ιάκωβος ῾Αλϕαίου καὶ Σίμων ζηλωτὴς καὶ ᾽Ιούδας ᾽Ιακώβου.
Verse: 14    
οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοϑυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ ᾽Ιησοῦ καὶ τοῖς ἀδελϕοῖς αὐτοῦ.
Verse: 15    
Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελϕῶν εἶπεν [ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι],
Verse: 16    
῎Ανδρες ἀδελϕοί, ἔδει πληρωϑῆναι τὴν γραϕὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ ᾽Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ᾽Ιησοῦν,
Verse: 17    
ὅτι κατηριϑμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
Verse: 18    
Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισϑοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύϑη πάντα τὰ σπλάγχνα αὐτοῦ.
Verse: 19    
καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν ᾽Ιερουσαλήμ, ὥστε κληϑῆναι τὸ χωρίον ἐκεῖνο τῇ [ἰδίᾳ] διαλέκτῳ αὐτῶν ᾽Ακελδαμάχ, τοῦτ' ἔστιν, Χωρίον Αἵματος.
Verse: 20    
Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, Γενηϑήτω ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇ, καί, Τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
Verse: 21    
δεῖ οὖν τῶν συνελϑόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ εἰσῆλϑεν καὶ ἐξῆλϑεν ἐϕ' ἡμᾶς κύριος ᾽Ιησοῦς,
Verse: 22    
ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος ᾽Ιωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμϕϑη ἀϕ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσϑαι ἕνα τούτων.
Verse: 23    
καὶ ἔστησαν δύο, ᾽Ιωσὴϕ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήϑη ᾽Ιοῦστος, καὶ Μαϑϑίαν.
Verse: 24    
καὶ προσευξάμενοι εἶπαν, Σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
Verse: 25    
λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀϕ' ἧς παρέβη ᾽Ιούδας πορευϑῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
Verse: 26    
καὶ ἔδωκαν κλήρους αὐτοῖς, καὶ ἔπεσεν κλῆρος ἐπὶ Μαϑϑίαν, καὶ συγκατεψηϕίσϑη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.