TITUS
Novum Testamentum graece
Part No. 106
Previous part

Chapter: 15 
Verse: 1    Καί τινες κατελϑόντες ἀπὸ τῆς ᾽Ιουδαίας ἐδίδασκον τοὺς ἀδελϕοὺς ὅτι ᾽Εὰν μὴ περιτμηϑῆτε τῷ ἔϑει τῷ Μωϋσέως, οὐ δύνασϑε σωϑῆναι.
Verse: 2    
γενομένης δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς ᾽Ιερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
Verse: 3    
Οἱ μὲν οὖν προπεμϕϑέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροϕὴν τῶν ἐϑνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελϕοῖς.
Verse: 4    
παραγενόμενοι δὲ εἰς ᾽Ιερουσαλὴμ παρεδέχϑησαν ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ϑεὸς ἐποίησεν μετ' αὐτῶν.
Verse: 5    
ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Verse: 6    
Συνήχϑησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
Verse: 7    
πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς, ῎Ανδρες ἀδελϕοί, ὑμεῖς ἐπίστασϑε ὅτι ἀϕ' ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ϑεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔϑνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι·
Verse: 8    
καὶ καρδιογνώστης ϑεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς τὸ πνεῦμα τὸ ἅγιον καϑὼς καὶ ἡμῖν,
Verse: 9    
καὶ οὐϑὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καϑαρίσας τὰς καρδίας αὐτῶν.
Verse: 10    
νῦν οὖν τί πειράζετε τὸν ϑεόν, ἐπιϑεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαϑητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
Verse: 11    
ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου ᾽Ιησοῦ πιστεύομεν σωϑῆναι καϑ' ὃν τρόπον κἀκεῖνοι.
Verse: 12    
᾽Εσίγησεν δὲ πᾶν τὸ πλῆϑος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ϑεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔϑνεσιν δι' αὐτῶν.
Verse: 13    
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίϑη ᾽Ιάκωβος λέγων, ῎Ανδρες ἀδελϕοί, ἀκούσατέ μου.
Verse: 14    
Συμεὼν ἐξηγήσατο καϑὼς πρῶτον ϑεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐϑνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ.
Verse: 15    
καὶ τούτῳ συμϕωνοῦσιν οἱ λόγοι τῶν προϕητῶν, καϑὼς γέγραπται,
Verse: 16    
Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορϑώσω αὐτήν,
Verse: 17    
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνϑρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔϑνη ἐϕ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει κύριος ποιῶν ταῦτα
Verse: 18    
γνωστὰ ἀπ' αἰῶνος.
Verse: 19    
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐϑνῶν ἐπιστρέϕουσιν ἐπὶ τὸν ϑεόν,
Verse: 20    
ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσϑαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
Verse: 21    
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
Verse: 22    
Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς ᾽Αντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, ᾽Ιούδαν τὸν καλούμενον Βαρσαββᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελϕοῖς,
Verse: 23    
γράψαντες διὰ χειρὸς αὐτῶν, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἀδελϕοὶ τοῖς κατὰ τὴν ᾽Αντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελϕοῖς τοῖς ἐξ ἐϑνῶν χαίρειν.
Verse: 24    
᾽Επειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν [ἐξελϑόντες] ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεϑα,
Verse: 25    
ἔδοξεν ἡμῖν γενομένοις ὁμοϑυμαδὸν ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
Verse: 26    
ἀνϑρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.
Verse: 27    
ἀπεστάλκαμεν οὖν ᾽Ιούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
Verse: 28    
ἔδοξεν γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίϑεσϑαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες,
Verse: 29    
ἀπέχεσϑαι εἰδωλοϑύτων καὶ αἵματος καὶ πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ῎Ερρωσϑε.
Verse: 30    
Οἱ μὲν οὖν ἀπολυϑέντες κατῆλϑον εἰς ᾽Αντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆϑος ἐπέδωκαν τὴν ἐπιστολήν·
Verse: 31    
ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
Verse: 32    
᾽Ιούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προϕῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελϕοὺς καὶ ἐπεστήριξαν·
Verse: 33    
ποιήσαντες δὲ χρόνον ἀπελύϑησαν μετ' εἰρήνης ἀπὸ τῶν ἀδελϕῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς.
Verse: 35    
Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν ᾽Αντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
Verse: 36    
Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, ᾽Επιστρέψαντες δὴ ἐπισκεψώμεϑα τοὺς ἀδελϕοὺς κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
Verse: 37    
Βαρναβᾶς δὲ ἐβούλετο συμπαραλαβεῖν καὶ τὸν ᾽Ιωάννην τὸν καλούμενον Μᾶρκον·
Verse: 38    
Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμϕυλίας καὶ μὴ συνελϑόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαμβάνειν τοῦτον.
Verse: 39    
ἐγένετο δὲ παροξυσμὸς ὥστε ἀποχωρισϑῆναι αὐτοὺς ἀπ' ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον.
Verse: 40    
Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλϑεν παραδοϑεὶς τῇ χάριτι τοῦ κυρίου ὑπὸ τῶν ἀδελϕῶν,
Verse: 41    
διήρχετο δὲ τὴν Συρίαν καὶ τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.