TITUS
Novum Testamentum graece
Part No. 93
Previous part

Chapter: 2 
Verse: 1    Καὶ ἐν τῷ συμπληροῦσϑαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.
Verse: 2    
καὶ ἐγένετο ἄϕνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ ϕερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καϑήμενοι·
Verse: 3    
καὶ ὤϕϑησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάϑισεν ἐϕ' ἕνα ἕκαστον αὐτῶν,
Verse: 4    
καὶ ἐπλήσϑησαν πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καϑὼς τὸ πνεῦμα ἐδίδου ἀποϕϑέγγεσϑαι αὐτοῖς.
Verse: 5    
῏Ησαν δὲ ἐν ᾽Ιερουσαλὴμ κατοικοῦντες ᾽Ιουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔϑνους τῶν ὑπὸ τὸν οὐρανόν·
Verse: 6    
γενομένης δὲ τῆς ϕωνῆς ταύτης συνῆλϑεν τὸ πλῆϑος καὶ συνεχύϑη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
Verse: 7    
ἐξίσταντο δὲ καὶ ἐϑαύμαζον λέγοντες, Οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
Verse: 8    
καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήϑημεν;
Verse: 9    
Πάρϑοι καὶ Μῆδοι καὶ ᾽Ελαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, ᾽Ιουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν ᾽Ασίαν,
Verse: 10    
Φρυγίαν τε καὶ Παμϕυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῾Ρωμαῖοι,
Verse: 11    
᾽Ιουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ ῎Αραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ ϑεοῦ.
Verse: 12    
ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, Τί ϑέλει τοῦτο εἶναι;
Verse: 13    
ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
Verse: 14    
Σταϑεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν ϕωνὴν αὐτοῦ καὶ ἀπεϕϑέγξατο αὐτοῖς, ῎Ανδρες ᾽Ιουδαῖοι καὶ οἱ κατοικοῦντες ᾽Ιερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασϑε τὰ ῥήματά μου.
Verse: 15    
οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεϑύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
Verse: 16    
ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προϕήτου ᾽Ιωήλ,
Verse: 17    
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ϑεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προϕητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασϑήσονται·
Verse: 18    
καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προϕητεύσουσιν.
Verse: 19    
καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆσκάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
Verse: 20    
ἥλιος μεταστραϕήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην [καὶ ἐπιϕανῆ].
Verse: 21    
καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωϑήσεται.
Verse: 22    
῎Ανδρες ᾽Ισραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· ᾽Ιησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ ϑεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι' αὐτοῦ ϑεὸς ἐν μέσῳ ὑμῶν, καϑὼς αὐτοὶ οἴδατε,
Verse: 23    
τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ ϑεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
Verse: 24    
ὃν ϑεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ ϑανάτου, καϑότι οὐκ ἦν δυνατὸν κρατεῖσϑαι αὐτὸν ὑπ' αὐτοῦ·
Verse: 25    
Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευϑῶ.
Verse: 26    
διὰ τοῦτο ηὐϕράνϑη καρδία μου καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι·
Verse: 27    
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαϕϑοράν.
Verse: 28    
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐϕροσύνης μετὰ τοῦ προσώπου σου.
Verse: 29    
῎Ανδρες ἀδελϕοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάϕη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
Verse: 30    
προϕήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ϑεὸς ἐκ καρποῦ τῆς ὀσϕύος αὐτοῦ καϑίσαι ἐπὶ τὸν ϑρόνον αὐτοῦ,
Verse: 31    
προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείϕϑη εἰς ᾅδην οὔτε σὰρξ αὐτοῦ εἶδεν διαϕϑοράν.
Verse: 32    
τοῦτον τὸν ᾽Ιησοῦν ἀνέστησεν ϑεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
Verse: 33    
τῇ δεξιᾷ οὖν τοῦ ϑεοῦ ὑψωϑεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε.
Verse: 34    
οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, Εἶπεν κύριος τῷ κυρίῳ μου, Κάϑου ἐκ δεξιῶν μου
Verse: 35    
ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Verse: 36    
ἀσϕαλῶς οὖν γινωσκέτω πᾶς οἶκος ᾽Ισραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ϑεός, τοῦτον τὸν ᾽Ιησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
Verse: 37    
᾽Ακούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ποιήσωμεν, ἄνδρες ἀδελϕοί;
Verse: 38    
Πέτρος δὲ πρὸς αὐτούς, Μετανοήσατε, καὶ βαπτισϑήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι ᾽Ιησοῦ Χριστοῦ εἰς ἄϕεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσϑε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
Verse: 39    
ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ϑεὸς ἡμῶν.
Verse: 40    
ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, Σώϑητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
Verse: 41    
οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσϑησαν, καὶ προσετέϑησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
Verse: 42    
ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Verse: 43    
᾽Εγίνετο δὲ πάσῃ ψυχῇ ϕόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
Verse: 44    
πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,
Verse: 45    
καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καϑότι ἄν τις χρείαν εἶχεν·
Verse: 46    
καϑ' ἡμέραν τε προσκαρτεροῦντες ὁμοϑυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ' οἶκον ἄρτον, μετελάμβανον τροϕῆς ἐν ἀγαλλιάσει καὶ ἀϕελότητι καρδίας,
Verse: 47    
αἰνοῦντες τὸν ϑεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ κύριος προσετίϑει τοὺς σῳζομένους καϑ' ἡμέραν ἐπὶ τὸ αὐτό.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.