TITUS
Novum Testamentum graece
Part No. 94
Previous part

Chapter: 3 
Verse: 1    Πέτρος δὲ καὶ ᾽Ιωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
Verse: 2    
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίϑουν καϑ' ἡμέραν πρὸς τὴν ϑύραν τοῦ ἱεροῦ τὴν λεγομένην ῾Ωραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
Verse: 3    
ὃς ἰδὼν Πέτρον καὶ ᾽Ιωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην [λαβεῖν].
Verse: 4    
ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ ᾽Ιωάννῃ εἶπεν, Βλέψον εἰς ἡμᾶς.
Verse: 5    
δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν.
Verse: 6    
εἶπεν δὲ Πέτρος, ᾽Αργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι ᾽Ιησοῦ Χριστοῦ τοῦ Ναζωραίου περιπάτει.
Verse: 7    
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώϑησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σϕυδρά,
Verse: 8    
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλϑεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν ϑεόν.
Verse: 9    
καὶ εἶδεν πᾶς λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν ϑεόν,
Verse: 10    
ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν πρὸς τὴν ἐλεημοσύνην καϑήμενος ἐπὶ τῇ ῾Ωραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσϑησαν ϑάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
Verse: 11    
Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν ᾽Ιωάννην συνέδραμεν πᾶς λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκϑαμβοι.
Verse: 12    
ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ῎Ανδρες ᾽Ισραηλῖται, τί ϑαυμάζετε ἐπὶ τούτῳ, ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
Verse: 13    
ϑεὸς ᾽Αβραὰμ καὶ [ὁ ϑεὸς] ᾽Ισαὰκ καὶ [ὁ ϑεὸς] ᾽Ιακώβ, ϑεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ ᾽Ιησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασϑε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
Verse: 14    
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασϑε, καὶ ᾐτήσασϑε ἄνδρα ϕονέα χαρισϑῆναι ὑμῖν,
Verse: 15    
τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ϑεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
Verse: 16    
καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν ϑεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ πίστις δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
Verse: 17    
καὶ νῦν, ἀδελϕοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
Verse: 18    
δὲ ϑεὸς προκατήγγειλεν διὰ στόματος πάντων τῶν προϕητῶν παϑεῖν τὸν Χριστὸν αὐτοῦ ἐπλήρωσεν οὕτως.
Verse: 19    
μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειϕϑῆναι ὑμῶν τὰς ἁμαρτίας,
Verse: 20    
ὅπως ἂν ἔλϑωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστόν, ᾽Ιησοῦν,
Verse: 21    
ὃν δεῖ οὐρανὸν μὲν δέξασϑαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ϑεὸς διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προϕητῶν.
Verse: 22    
Μωϋσῆς μὲν εἶπεν ὅτι Προϕήτην ὑμῖν ἀναστήσει κύριος ϑεὸς ὑμῶν ἐκ τῶν ἀδελϕῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσϑε κατὰ πάντα ὅσα ἂν λαλήσῃπρὸς ὑμᾶς.
Verse: 23    
ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προϕήτου ἐκείνου ἐξολεϑρευϑήσεται ἐκ τοῦ λαοῦ.
Verse: 24    
καὶ πάντες δὲ οἱ προϕῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καϑεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
Verse: 25    
ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προϕητῶν καὶ τῆς διαϑήκης ἧς διέϑετο ϑεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς ᾽Αβραάμ, Καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηϑήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
Verse: 26    
ὑμῖν πρῶτον ἀναστήσας ϑεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέϕειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.