TITUS
Novum Testamentum graece
Part No. 98
Previous part

Chapter: 7 
Verse: 1    Εἶπεν δὲ ἀρχιερεύς, Εἰ ταῦτα οὕτως ἔχει;
Verse: 2    
δὲ ἔϕη, ῎Ανδρες ἀδελϕοὶ καὶ πατέρες, ἀκούσατε. ῾Ο ϑεὸς τῆς δόξης ὤϕϑη τῷ πατρὶ ἡμῶν ᾽Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
Verse: 3    
καὶ εἶπεν πρὸς αὐτόν, ῎Εξελϑε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.
Verse: 4    
τότε ἐξελϑὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖϑεν μετὰ τὸ ἀποϑανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
Verse: 5    
καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
Verse: 6    
ἐλάλησεν δὲ οὕτως ϑεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
Verse: 7    
καὶ τὸ ἔϑνος ἐὰν δουλεύσουσιν κρινῶ ἐγώ, ϑεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷτόπῳ τούτῳ.
Verse: 8    
καὶ ἔδωκεν αὐτῷ διαϑήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν ᾽Ισαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ᾽Ισαὰκ τὸν ᾽Ιακώβ, καὶ ᾽Ιακὼβ τοὺς δώδεκα πατριάρχας.
Verse: 9    
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν ᾽Ιωσὴϕ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ϑεὸς μετ' αὐτοῦ,
Verse: 10    
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν ϑλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάρινκαὶ σοϕίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ [ἐϕ'] ὅλον τὸν οἶκον αὐτοῦ.
Verse: 11    
ἦλϑεν δὲ λιμὸς ἐϕ' ὅλην τὴν Αἴγυπτονκαὶ Χανάανκαὶ ϑλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
Verse: 12    
ἀκούσας δὲ ᾽Ιακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
Verse: 13    
καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσϑη ᾽Ιωσὴϕ τοῖς ἀδελϕοῖς αὐτοῦ, καὶ ϕανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος [τοῦ] ᾽Ιωσήϕ.
Verse: 14    
ἀποστείλας δὲ ᾽Ιωσὴϕ μετεκαλέσατο ᾽Ιακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
Verse: 15    
καὶ κατέβη ᾽Ιακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
Verse: 16    
καὶ μετετέϑησαν εἰς Συχὲμ καὶ ἐτέϑησαν ἐν τῷ μνήματι ὠνήσατο ᾽Αβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ῾Εμμὼρ ἐν Συχέμ.
Verse: 17    
Καϑὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ϑεὸς τῷ ᾽Αβραάμ, ηὔξησεν λαὸς καὶ ἐπληϑύνϑη ἐν Αἰγύπτῳ,
Verse: 18    
ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ' Αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ᾽Ιωσήϕ.
Verse: 19    
οὗτος κατασοϕισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέϕη ἔκϑετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσϑαι.
Verse: 20    
ἐν καιρῷ ἐγεννήϑη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ ϑεῷ· ὃς ἀνετράϕη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
Verse: 21    
ἐκτεϑέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ϑυγάτηρ Φαραὼ καὶ ἀνεϑρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
Verse: 22    
καὶ ἐπαιδεύϑη Μωϋσῆς [ἐν] πάσῃ σοϕίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
Verse: 23    
῾Ως δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασϑαι τοὺς ἀδελϕοὺς αὐτοῦ τοὺς υἱοὺς ᾽Ισραήλ.
Verse: 24    
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
Verse: 25    
ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελϕοὺς αὐτοῦ ὅτι ϑεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
Verse: 26    
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤϕϑη αὐτοῖς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών, ῎Ανδρες, ἀδελϕοί ἐστε· ἱνατί ἀδικεῖτε ἀλλήλους;
Verse: 27    
δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐϕ' ἡμῶν;
Verse: 28    
μὴ ἀνελεῖν με σὺ ϑέλεις ὃν τρόπον ἀνεῖλες ἐχϑὲς τὸν Αἰγύπτιον;
Verse: 29    
ἔϕυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
Verse: 30    
Καὶ πληρωϑέντων ἐτῶν τεσσαράκοντα ὤϕϑη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρουσΣινᾶ ἄγγελος ἐν ϕλογὶ πυρὸς βάτου.
Verse: 31    
δὲ Μωϋσῆς ἰδὼν ἐϑαύμαζεν τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο ϕωνὴ κυρίου,
Verse: 32    
᾽Εγὼ ϑεὸς τῶν πατέρων σου, ϑεὸς ᾽Αβραὰμ καὶ ᾽Ισαὰκ καὶ ᾽Ιακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
Verse: 33    
εἶπεν δὲ αὐτῷ κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, γὰρ τόπος ἐϕ' ἕστηκας γῆ ἁγία ἐστίν.
Verse: 34    
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσϑαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον.
Verse: 35    
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ϑεὸς [καὶ] ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀϕϑέντος αὐτῷ ἐν τῇ βάτῳ.
Verse: 36    
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν ᾽Ερυϑρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
Verse: 37    
οὗτός ἐστιν Μωϋσῆς εἴπας τοῖς υἱοῖς ᾽Ισραήλ, Προϕήτην ὑμῖν ἀναστήσει ϑεὸς ἐκ τῶν ἀδελϕῶν ὑμῶν ὡς ἐμέ.
Verse: 38    
οὗτός ἐστιν γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,
Verse: 39    
οὐκ ἠϑέλησαν ὑπήκοοι γενέσϑαι οἱ πατέρες ἡμῶν ἀλλὰ ἀπώσαντο καὶ ἐστράϕησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
Verse: 40    
εἰπόντες τῷ ᾽Ααρών, Ποίησον ἡμῖν ϑεοὺς οἳ προπορεύσονται ἡμῶν· γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.
Verse: 41    
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον ϑυσίαν τῷ εἰδώλῳ, καὶ εὐϕραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Verse: 42    
ἔστρεψεν δὲ ϑεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καϑὼς γέγραπται ἐν βίβλῳ τῶν προϕητῶν, Μὴ σϕάγια καὶ ϑυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος ᾽Ισραήλ;
Verse: 43    
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ϑεοῦ [ὑμῶν] ῾Ραιϕάν, τοὺς τύπους οὓς ἐποιήσατεπροσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκειναΒαβυλῶνος.
Verse: 44    
῾Η σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καϑὼς διετάξατο λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
Verse: 45    
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ᾽Ιησοῦ ἐν τῇ κατασχέσει τῶν ἐϑνῶν ὧν ἐξῶσεν ϑεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ,
Verse: 46    
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ ϑεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ ᾽Ιακώβ.
Verse: 47    
Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
Verse: 48    
ἀλλ' οὐχ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καϑὼς προϕήτης λέγει,
Verse: 49    
῾Ο οὐρανός μοι ϑρόνος, δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, τίς τόπος τῆς καταπαύσεώς μου;
Verse: 50    
οὐχὶ χείρ μου ἐποίησεν ταῦτα πάντα;
Verse: 51    
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Verse: 52    
τίνα τῶν προϕητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ ϕονεῖς ἐγένεσϑε,
Verse: 53    
οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐϕυλάξατε.
Verse: 54    
᾽Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν.
Verse: 55    
ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν ϑεοῦ καὶ ᾽Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ ϑεοῦ,
Verse: 56    
καὶ εἶπεν, ᾽Ιδοὺ ϑεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνϑρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ ϑεοῦ.
Verse: 57    
κράξαντες δὲ ϕωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοϑυμαδὸν ἐπ' αὐτόν,
Verse: 58    
καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιϑοβόλουν. καὶ οἱ μάρτυρες ἀπέϑεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
Verse: 59    
καὶ ἐλιϑοβόλουν τὸν Στέϕανον ἐπικαλούμενον καὶ λέγοντα, Κύριε ᾽Ιησοῦ, δέξαι τὸ πνεῦμά μου.
Verse: 60    
ϑεὶς δὲ τὰ γόνατα ἔκραξεν ϕωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. καὶ τοῦτο εἰπὼν ἐκοιμήϑη.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.