TITUS
Novum Testamentum graece
Part No. 99
Previous part

Chapter: 8 
Verse: 1    Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. // ᾽Εγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ῾Ιεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς ᾽Ιουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
Verse: 2    
συνεκόμισαν δὲ τὸν Στέϕανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ.
Verse: 3    
Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς ϕυλακήν.
Verse: 4    
Οἱ μὲν οὖν διασπαρέντες διῆλϑον εὐαγγελιζόμενοι τὸν λόγον.
Verse: 5    
Φίλιππος δὲ κατελϑὼν εἰς [τὴν] πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Verse: 6    
προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοϑυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει·
Verse: 7    
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάϑαρτα βοῶντα ϕωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐϑεραπεύϑησαν·
Verse: 8    
ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
Verse: 9    
᾽Ανὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔϑνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
Verse: 10    
προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες, Οὗτός ἐστιν δύναμις τοῦ ϑεοῦ καλουμένη Μεγάλη.
Verse: 11    
προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
Verse: 12    
ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ ϑεοῦ καὶ τοῦ ὀνόματος ᾽Ιησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
Verse: 13    
δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισϑεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, ϑεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
Verse: 14    
᾽Ακούσαντες δὲ οἱ ἐν ῾Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ ϑεοῦ ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ ᾽Ιωάννην,
Verse: 15    
οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον·
Verse: 16    
οὐδέπω γὰρ ἦν ἐπ' οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου ᾽Ιησοῦ.
Verse: 17    
τότε ἐπετίϑουν τὰς χεῖρας ἐπ' αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
Verse: 18    
ἰδὼν δὲ Σίμων ὅτι διὰ τῆς ἐπιϑέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα
Verse: 19    
λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ἐὰν ἐπιϑῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.
Verse: 20    
Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ ϑεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσϑαι.
Verse: 21    
οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, γὰρ καρδία σου οὐκ ἔστιν εὐϑεῖα ἔναντι τοῦ ϑεοῦ.
Verse: 22    
μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήϑητι τοῦ κυρίου εἰ ἄρα ἀϕεϑήσεταί σοι ἐπίνοια τῆς καρδίας σου·
Verse: 23    
εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
Verse: 24    
ἀποκριϑεὶς δὲ Σίμων εἶπεν, Δεήϑητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλϑῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε.
Verse: 25    
Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεϕον εἰς ῾Ιεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν εὐηγγελίζοντο.
Verse: 26    
῎Αγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων, ᾽Ανάστηϑι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ᾽Ιερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
Verse: 27    
καὶ ἀναστὰς ἐπορεύϑη· καὶ ἰδοὺ ἀνὴρ Αἰϑίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰϑιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύϑει προσκυνήσων εἰς ᾽Ιερουσαλήμ,
Verse: 28    
ἦν τε ὑποστρέϕων καὶ καϑήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προϕήτην ᾽Ησαίαν.
Verse: 29    
εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελϑε καὶ κολλήϑητι τῷ ἅρματι τούτῳ.
Verse: 30    
προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ᾽Ησαίαν τὸν προϕήτην, καὶ εἶπεν, ῏Αρά γε γινώσκεις ἀναγινώσκεις;
Verse: 31    
δὲ εἶπεν, Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καϑίσαι σὺν αὐτῷ.
Verse: 32    
δὲ περιοχὴ τῆς γραϕῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ῾Ως πρόβατον ἐπὶ σϕαγὴν ἤχϑη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄϕωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Verse: 33    
᾽Εν τῇ ταπεινώσει κρίσις αὐτοῦ ἤρϑη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ.
Verse: 34    
᾽Αποκριϑεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, Δέομαί σου, περὶ τίνος προϕήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός;
Verse: 35    
ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραϕῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾽Ιησοῦν.
Verse: 36    
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλϑον ἐπί τι ὕδωρ, καί ϕησιν εὐνοῦχος, ᾽Ιδοὺ ὕδωρ· τί κωλύει με βαπτισϑῆναι;
Verse: 38    
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμϕότεροι εἰς τὸ ὕδωρ τε Φίλιππος καὶ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
Verse: 39    
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
Verse: 40    
Φίλιππος δὲ εὑρέϑη εἰς ῎Αζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλϑεῖν αὐτὸν εἰς Καισάρειαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.