TITUS
Novum Testamentum graece
Part No. 99
Chapter: 8
Verse: 1
Σαῦλος
δὲ
ἦν
συνευδοκῶν
τῇ
ἀναιρέσει
αὐτοῦ
. //
᾽Εγένετο
δὲ
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
διωγμὸς
μέγας
ἐπὶ
τὴν
ἐκκλησίαν
τὴν
ἐν
῾Ιεροσολύμοις
·
πάντες
δὲ
διεσπάρησαν
κατὰ
τὰς
χώρας
τῆς
᾽Ιουδαίας
καὶ
Σαμαρείας
πλὴν
τῶν
ἀποστόλων
.
Verse: 2
συνεκόμισαν
δὲ
τὸν
Στέϕανον
ἄνδρες
εὐλαβεῖς
καὶ
ἐποίησαν
κοπετὸν
μέγαν
ἐπ
'
αὐτῷ
.
Verse: 3
Σαῦλος
δὲ
ἐλυμαίνετο
τὴν
ἐκκλησίαν
κατὰ
τοὺς
οἴκους
εἰσπορευόμενος
,
σύρων
τε
ἄνδρας
καὶ
γυναῖκας
παρεδίδου
εἰς
ϕυλακήν
.
Verse: 4
Οἱ
μὲν
οὖν
διασπαρέντες
διῆλϑον
εὐαγγελιζόμενοι
τὸν
λόγον
.
Verse: 5
Φίλιππος
δὲ
κατελϑὼν
εἰς
[τὴν]
πόλιν
τῆς
Σαμαρείας
ἐκήρυσσεν
αὐτοῖς
τὸν
Χριστόν
.
Verse: 6
προσεῖχον
δὲ
οἱ
ὄχλοι
τοῖς
λεγομένοις
ὑπὸ
τοῦ
Φιλίππου
ὁμοϑυμαδὸν
ἐν
τῷ
ἀκούειν
αὐτοὺς
καὶ
βλέπειν
τὰ
σημεῖα
ἃ
ἐποίει
·
Verse: 7
πολλοὶ
γὰρ
τῶν
ἐχόντων
πνεύματα
ἀκάϑαρτα
βοῶντα
ϕωνῇ
μεγάλῃ
ἐξήρχοντο
,
πολλοὶ
δὲ
παραλελυμένοι
καὶ
χωλοὶ
ἐϑεραπεύϑησαν
·
Verse: 8
ἐγένετο
δὲ
πολλὴ
χαρὰ
ἐν
τῇ
πόλει
ἐκείνῃ
.
Verse: 9
᾽Ανὴρ
δέ
τις
ὀνόματι
Σίμων
προϋπῆρχεν
ἐν
τῇ
πόλει
μαγεύων
καὶ
ἐξιστάνων
τὸ
ἔϑνος
τῆς
Σαμαρείας
,
λέγων
εἶναί
τινα
ἑαυτὸν
μέγαν
,
Verse: 10
ᾧ
προσεῖχον
πάντες
ἀπὸ
μικροῦ
ἕως
μεγάλου
λέγοντες
,
Οὗτός
ἐστιν
ἡ
δύναμις
τοῦ
ϑεοῦ
ἡ
καλουμένη
Μεγάλη
.
Verse: 11
προσεῖχον
δὲ
αὐτῷ
διὰ
τὸ
ἱκανῷ
χρόνῳ
ταῖς
μαγείαις
ἐξεστακέναι
αὐτούς
.
Verse: 12
ὅτε
δὲ
ἐπίστευσαν
τῷ
Φιλίππῳ
εὐαγγελιζομένῳ
περὶ
τῆς
βασιλείας
τοῦ
ϑεοῦ
καὶ
τοῦ
ὀνόματος
᾽Ιησοῦ
Χριστοῦ
,
ἐβαπτίζοντο
ἄνδρες
τε
καὶ
γυναῖκες
.
Verse: 13
ὁ
δὲ
Σίμων
καὶ
αὐτὸς
ἐπίστευσεν
,
καὶ
βαπτισϑεὶς
ἦν
προσκαρτερῶν
τῷ
Φιλίππῳ
,
ϑεωρῶν
τε
σημεῖα
καὶ
δυνάμεις
μεγάλας
γινομένας
ἐξίστατο
.
Verse: 14
᾽Ακούσαντες
δὲ
οἱ
ἐν
῾Ιεροσολύμοις
ἀπόστολοι
ὅτι
δέδεκται
ἡ
Σαμάρεια
τὸν
λόγον
τοῦ
ϑεοῦ
ἀπέστειλαν
πρὸς
αὐτοὺς
Πέτρον
καὶ
᾽Ιωάννην
,
Verse: 15
οἵτινες
καταβάντες
προσηύξαντο
περὶ
αὐτῶν
ὅπως
λάβωσιν
πνεῦμα
ἅγιον
·
Verse: 16
οὐδέπω
γὰρ
ἦν
ἐπ
'
οὐδενὶ
αὐτῶν
ἐπιπεπτωκός
,
μόνον
δὲ
βεβαπτισμένοι
ὑπῆρχον
εἰς
τὸ
ὄνομα
τοῦ
κυρίου
᾽Ιησοῦ
.
Verse: 17
τότε
ἐπετίϑουν
τὰς
χεῖρας
ἐπ
'
αὐτούς
,
καὶ
ἐλάμβανον
πνεῦμα
ἅγιον
.
Verse: 18
ἰδὼν
δὲ
ὁ
Σίμων
ὅτι
διὰ
τῆς
ἐπιϑέσεως
τῶν
χειρῶν
τῶν
ἀποστόλων
δίδοται
τὸ
πνεῦμα
,
προσήνεγκεν
αὐτοῖς
χρήματα
Verse: 19
λέγων
,
Δότε
κἀμοὶ
τὴν
ἐξουσίαν
ταύτην
ἵνα
ᾧ
ἐὰν
ἐπιϑῶ
τὰς
χεῖρας
λαμβάνῃ
πνεῦμα
ἅγιον
.
Verse: 20
Πέτρος
δὲ
εἶπεν
πρὸς
αὐτόν
,
Τὸ
ἀργύριόν
σου
σὺν
σοὶ
εἴη
εἰς
ἀπώλειαν
,
ὅτι
τὴν
δωρεὰν
τοῦ
ϑεοῦ
ἐνόμισας
διὰ
χρημάτων
κτᾶσϑαι
.
Verse: 21
οὐκ
ἔστιν
σοι
μερὶς
οὐδὲ
κλῆρος
ἐν
τῷ
λόγῳ
τούτῳ
,
ἡ
γὰρ
καρδία
σου
οὐκ
ἔστιν
εὐϑεῖα
ἔναντι
τοῦ
ϑεοῦ
.
Verse: 22
μετανόησον
οὖν
ἀπὸ
τῆς
κακίας
σου
ταύτης
,
καὶ
δεήϑητι
τοῦ
κυρίου
εἰ
ἄρα
ἀϕεϑήσεταί
σοι
ἡ
ἐπίνοια
τῆς
καρδίας
σου
·
Verse: 23
εἰς
γὰρ
χολὴν
πικρίας
καὶ
σύνδεσμον
ἀδικίας
ὁρῶ
σε
ὄντα
.
Verse: 24
ἀποκριϑεὶς
δὲ
ὁ
Σίμων
εἶπεν
,
Δεήϑητε
ὑμεῖς
ὑπὲρ
ἐμοῦ
πρὸς
τὸν
κύριον
ὅπως
μηδὲν
ἐπέλϑῃ
ἐπ
'
ἐμὲ
ὧν
εἰρήκατε
.
Verse: 25
Οἱ
μὲν
οὖν
διαμαρτυράμενοι
καὶ
λαλήσαντες
τὸν
λόγον
τοῦ
κυρίου
ὑπέστρεϕον
εἰς
῾Ιεροσόλυμα
,
πολλάς
τε
κώμας
τῶν
Σαμαριτῶν
εὐηγγελίζοντο
.
Verse: 26
῎Αγγελος
δὲ
κυρίου
ἐλάλησεν
πρὸς
Φίλιππον
λέγων
,
᾽Ανάστηϑι
καὶ
πορεύου
κατὰ
μεσημβρίαν
ἐπὶ
τὴν
ὁδὸν
τὴν
καταβαίνουσαν
ἀπὸ
᾽Ιερουσαλὴμ
εἰς
Γάζαν
·
αὕτη
ἐστὶν
ἔρημος
.
Verse: 27
καὶ
ἀναστὰς
ἐπορεύϑη
·
καὶ
ἰδοὺ
ἀνὴρ
Αἰϑίοψ
εὐνοῦχος
δυνάστης
Κανδάκης
βασιλίσσης
Αἰϑιόπων
,
ὃς
ἦν
ἐπὶ
πάσης
τῆς
γάζης
αὐτῆς
,
ὃς
ἐληλύϑει
προσκυνήσων
εἰς
᾽Ιερουσαλήμ
,
Verse: 28
ἦν
τε
ὑποστρέϕων
καὶ
καϑήμενος
ἐπὶ
τοῦ
ἅρματος
αὐτοῦ
καὶ
ἀνεγίνωσκεν
τὸν
προϕήτην
᾽Ησαίαν
.
Verse: 29
εἶπεν
δὲ
τὸ
πνεῦμα
τῷ
Φιλίππῳ
,
Πρόσελϑε
καὶ
κολλήϑητι
τῷ
ἅρματι
τούτῳ
.
Verse: 30
προσδραμὼν
δὲ
ὁ
Φίλιππος
ἤκουσεν
αὐτοῦ
ἀναγινώσκοντος
᾽Ησαίαν
τὸν
προϕήτην
,
καὶ
εἶπεν
,
῏Αρά
γε
γινώσκεις
ἃ
ἀναγινώσκεις
;
Verse: 31
ὁ
δὲ
εἶπεν
,
Πῶς
γὰρ
ἂν
δυναίμην
ἐὰν
μή
τις
ὁδηγήσει
με
;
παρεκάλεσέν
τε
τὸν
Φίλιππον
ἀναβάντα
καϑίσαι
σὺν
αὐτῷ
.
Verse: 32
ἡ
δὲ
περιοχὴ
τῆς
γραϕῆς
ἣν
ἀνεγίνωσκεν
ἦν
αὕτη
·
῾Ως
πρόβατον
ἐπὶ
σϕαγὴν
ἤχϑη
,
καὶ
ὡς
ἀμνὸς
ἐναντίον
τοῦ
κείραντος
αὐτὸν
ἄϕωνος
,
οὕτως
οὐκ
ἀνοίγει
τὸ
στόμα
αὐτοῦ
.
Verse: 33
᾽Εν
τῇ
ταπεινώσει
ἡ
κρίσις
αὐτοῦ
ἤρϑη
·
τὴν
γενεὰν
αὐτοῦ
τίς
διηγήσεται
;
ὅτι
αἴρεται
ἀπὸ
τῆς
γῆς
ἡ
ζωὴ
αὐτοῦ
.
Verse: 34
᾽Αποκριϑεὶς
δὲ
ὁ
εὐνοῦχος
τῷ
Φιλίππῳ
εἶπεν
,
Δέομαί
σου
,
περὶ
τίνος
ὁ
προϕήτης
λέγει
τοῦτο
;
περὶ
ἑαυτοῦ
ἢ
περὶ
ἑτέρου
τινός
;
Verse: 35
ἀνοίξας
δὲ
ὁ
Φίλιππος
τὸ
στόμα
αὐτοῦ
καὶ
ἀρξάμενος
ἀπὸ
τῆς
γραϕῆς
ταύτης
εὐηγγελίσατο
αὐτῷ
τὸν
᾽Ιησοῦν
.
Verse: 36
ὡς
δὲ
ἐπορεύοντο
κατὰ
τὴν
ὁδόν
,
ἦλϑον
ἐπί
τι
ὕδωρ
,
καί
ϕησιν
ὁ
εὐνοῦχος
,
᾽Ιδοὺ
ὕδωρ
·
τί
κωλύει
με
βαπτισϑῆναι
;
Verse: 38
καὶ
ἐκέλευσεν
στῆναι
τὸ
ἅρμα
,
καὶ
κατέβησαν
ἀμϕότεροι
εἰς
τὸ
ὕδωρ
ὅ
τε
Φίλιππος
καὶ
ὁ
εὐνοῦχος
,
καὶ
ἐβάπτισεν
αὐτόν
.
Verse: 39
ὅτε
δὲ
ἀνέβησαν
ἐκ
τοῦ
ὕδατος
,
πνεῦμα
κυρίου
ἥρπασεν
τὸν
Φίλιππον
,
καὶ
οὐκ
εἶδεν
αὐτὸν
οὐκέτι
ὁ
εὐνοῦχος
·
ἐπορεύετο
γὰρ
τὴν
ὁδὸν
αὐτοῦ
χαίρων
.
Verse: 40
Φίλιππος
δὲ
εὑρέϑη
εἰς
῎Αζωτον
,
καὶ
διερχόμενος
εὐηγγελίζετο
τὰς
πόλεις
πάσας
ἕως
τοῦ
ἐλϑεῖν
αὐτὸν
εἰς
Καισάρειαν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.