TITUS
Novum Testamentum graece
Part No. 100
Previous part

Chapter: 9 
Verse: 1    ῾Ο δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ ϕόνου εἰς τοὺς μαϑητὰς τοῦ κυρίου, προσελϑὼν τῷ ἀρχιερεῖ
Verse: 2    
ᾐτήσατο παρ' αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς ᾽Ιερουσαλήμ.
Verse: 3    
ἐν δὲ τῷ πορεύεσϑαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίϕνης τε αὐτὸν περιήστραψεν ϕῶς ἐκ τοῦ οὐρανοῦ,
Verse: 4    
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν ϕωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί με διώκεις;
Verse: 5    
εἶπεν δέ, Τίς εἶ, κύριε; δέ, ᾽Εγώ εἰμι ᾽Ιησοῦς ὃν σὺ διώκεις·
Verse: 6    
ἀλλὰ ἀνάστηϑι καὶ εἴσελϑε εἰς τὴν πόλιν, καὶ λαληϑήσεταί σοι τί σε δεῖ ποιεῖν.
Verse: 7    
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς ϕωνῆς μηδένα δὲ ϑεωροῦντες.
Verse: 8    
ἠγέρϑη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀϕϑαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Verse: 9    
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔϕαγεν οὐδὲ ἔπιεν.
Verse: 10    
῏Ην δέ τις μαϑητὴς ἐν Δαμασκῷ ὀνόματι ῾Ανανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι κύριος, ῾Ανανία. δὲ εἶπεν, ᾽Ιδοὺ ἐγώ, κύριε.
Verse: 11    
δὲ κύριος πρὸς αὐτόν, ᾽Αναστὰς πορεύϑητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐϑεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ ᾽Ιούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
Verse: 12    
καὶ εἶδεν ἄνδρα [ἐν ὁράματι] ῾Ανανίαν ὀνόματι εἰσελϑόντα καὶ ἐπιϑέντα αὐτῷ [τὰς] χεῖρας ὅπως ἀναβλέψῃ.
Verse: 13    
ἀπεκρίϑη δὲ ῾Ανανίας, Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν ᾽Ιερουσαλήμ·
Verse: 14    
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
Verse: 15    
εἶπεν δὲ πρὸς αὐτὸν κύριος, Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐϑνῶν τε καὶ βασιλέων υἱῶν τε ᾽Ισραήλ·
Verse: 16    
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παϑεῖν.
Verse: 17    
᾽Απῆλϑεν δὲ ῾Ανανίας καὶ εἰσῆλϑεν εἰς τὴν οἰκίαν, καὶ ἐπιϑεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπεν, Σαοὺλ ἀδελϕέ, κύριος ἀπέσταλκέν με, ᾽Ιησοῦς ὀϕϑείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησϑῇς πνεύματος ἁγίου.
Verse: 18    
καὶ εὐϑέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀϕϑαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσϑη,
Verse: 19    
καὶ λαβὼν τροϕὴν ἐνίσχυσεν.
   
/ ᾽Εγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαϑητῶν ἡμέρας τινάς,
Verse: 20    
καὶ εὐϑέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν ᾽Ιησοῦν ὅτι οὗτός ἐστιν υἱὸς τοῦ ϑεοῦ.
Verse: 21    
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, Οὐχ οὗτός ἐστιν πορϑήσας ἐν ᾽Ιερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύϑει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
Verse: 22    
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν [τοὺς] ᾽Ιουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός.
Verse: 23    
῾Ως δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ ᾽Ιουδαῖοι ἀνελεῖν αὐτόν·
Verse: 24    
ἐγνώσϑη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
Verse: 25    
λαβόντες δὲ οἱ μαϑηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καϑῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
Verse: 26    
Παραγενόμενος δὲ εἰς ᾽Ιερουσαλὴμ ἐπείραζεν κολλᾶσϑαι τοῖς μαϑηταῖς· καὶ πάντες ἐϕοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαϑητής.
Verse: 27    
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ᾽Ιησοῦ.
Verse: 28    
καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς ᾽Ιερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
Verse: 29    
ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς ῾Ελληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
Verse: 30    
ἐπιγνόντες δὲ οἱ ἀδελϕοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
Verse: 31    
῾Η μὲν οὖν ἐκκλησία καϑ' ὅλης τῆς ᾽Ιουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ ϕόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληϑύνετο.
Verse: 32    
᾽Εγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελϑεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
Verse: 33    
εὗρεν δὲ ἐκεῖ ἄνϑρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
Verse: 34    
καὶ εἶπεν αὐτῷ Πέτρος, Αἰνέα, ἰᾶταί σε ᾽Ιησοῦς Χριστός· ἀνάστηϑι καὶ στρῶσον σεαυτῷ. καὶ εὐϑέως ἀνέστη.
Verse: 35    
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
Verse: 36    
᾽Εν ᾽Ιόππῃ δέ τις ἦν μαϑήτρια ὀνόματι Ταβιϑά, διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαϑῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
Verse: 37    
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσϑενήσασαν αὐτὴν ἀποϑανεῖν· λούσαντες δὲ [αὐτὴν] ἔϑηκαν ἐν ὑπερῴῳ.
Verse: 38    
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ ᾽Ιόππῃ οἱ μαϑηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, Μὴ ὀκνήσῃς διελϑεῖν ἕως ἡμῶν.
Verse: 39    
ἀναστὰς δὲ Πέτρος συνῆλϑεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα Δορκάς.
Verse: 40    
ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος καὶ ϑεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, Ταβιϑά, ἀνάστηϑι. δὲ ἤνοιξεν τοὺς ὀϕϑαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάϑισεν.
Verse: 41    
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, ϕωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
Verse: 42    
γνωστὸν δὲ ἐγένετο καϑ' ὅλης [τῆς] ᾽Ιόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
Verse: 43    
᾽Εγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν ᾽Ιόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.