TITUS
Novum Testamentum graece
Part No. 241
Previous part

Book: Ap.Jo. 
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ

Apocalypsis beati Ioannis apostoli


Chapter: 1 
Verse: 1    ᾽Αποκάλυψις ᾽Ιησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ϑεός, δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσϑαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ ᾽Ιωάννῃ,
Verse: 2    
ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ ϑεοῦ καὶ τὴν μαρτυρίαν ᾽Ιησοῦ Χριστοῦ, ὅσα εἶδεν.
Verse: 3    
μακάριος ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προϕητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, γὰρ καιρὸς ἐγγύς.
Verse: 4    
᾽Ιωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ ᾽Ασίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὢν καὶ ἦν καὶ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἐνώπιον τοῦ ϑρόνου αὐτοῦ,
Verse: 5    
καὶ ἀπὸ ᾽Ιησοῦ Χριστοῦ, μάρτυς πιστός, πρωτότοκος τῶν νεκρῶν καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ
Verse: 6    
καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ ϑεῷ καὶ πατρὶ αὐτοῦ αὐτῷ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας [τῶν αἰώνων]· ἀμήν.
Verse: 7    
᾽Ιδοὺ ἔρχεται μετὰ τῶν νεϕελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀϕϑαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ ϕυλαὶ τῆς γῆς.   ναί, ἀμήν.
Verse: 8    
᾽Εγώ εἰμι τὸ ῎Αλϕα καὶ τὸ ῏Ω, λέγει κύριος ϑεός, ὢν καὶ ἦν καὶ ἐρχόμενος, παντοκράτωρ.
Verse: 9    
᾽Εγὼ ᾽Ιωάννης, ἀδελϕὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ ϑλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν ᾽Ιησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ ϑεοῦ καὶ τὴν μαρτυρίαν ᾽Ιησοῦ.
Verse: 10    
ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου ϕωνὴν μεγάλην ὡς σάλπιγγος
Verse: 11    
λεγούσης, ῝Ο βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς ῎Εϕεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτιρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλϕειαν καὶ εἰς Λαοδίκειαν.
Verse: 12    
Καὶ ἐπέστρεψα βλέπειν τὴν ϕωνὴν ἥτις ἐλάλει μετ' ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,
Verse: 13    
καὶ ἐν μέσῳ τῶν λυχνιῶν ὅμοιον υἱὸν ἀνϑρώπου, ἐνδεδυμένον ποδήρηκαὶ περιεζωσμένονπρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν·
Verse: 14    
ἡδὲ κεϕαλὴ αὐτοῦκαὶ αἱ τρίχες λευκαὶ ὡς ἔριονλευκόν, ὡς χιών, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ὡσϕλὸξ πυρός,
Verse: 15    
καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ πεπυρωμένης, καὶ ϕωνὴ αὐτοῦ ὡς ϕωνὴ ὑδάτων πολλῶν,
Verse: 16    
καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομϕαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ὄψις αὐτοῦ ὡς ἥλιος ϕαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
Verse: 17    
Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔϑηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ' ἐμὲ λέγων, Μὴ ϕοβοῦ· ἐγώ εἰμι πρῶτος καὶ ἔσχατος,
Verse: 18    
καὶ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ ϑανάτου καὶ τοῦ ᾅδου.
Verse: 19    
γράψον οὖν εἶδες καὶ εἰσὶν καὶ μέλλει γενέσϑαι μετὰ ταῦτα.
Verse: 20    
τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων οὓς εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.