TITUS
Novum Testamentum graece
Part No. 258
Chapter: 18
Verse: 1
Μετὰ
ταῦτα
εἶδον
ἄλλον
ἄγγελον
καταβαίνοντα
ἐκ
τοῦ
οὐρανοῦ
,
ἔχοντα
ἐξουσίαν
μεγάλην
,
καὶ
ἡ
γῆ
ἐϕωτίσϑη
ἐκ
τῆς
δόξης
αὐτοῦ
.
Verse: 2
καὶ
ἔκραξεν
ἐν
ἰσχυρᾷ
ϕωνῇ
λέγων
,
῎Επεσεν
,
ἔπεσεν
Βαβυλὼν
ἡ
μεγάλη
,
καὶ
ἐγένετο
κατοικητήριον
δαιμονίων
καὶ
ϕυλακὴ
παντὸς
πνεύματος
ἀκαϑάρτου
καὶ
ϕυλακὴ
παντὸς
ὀρνέου
ἀκαϑάρτου
καὶ
μεμισημένου
,
Verse: 3
ὅτι
ἐκ
τοῦ
οἴνου
τοῦ
ϑυμοῦ
τῆς
πορνείας
αὐτῆς
πεπότικεν
πάντα
τὰ
ἔϑνη
,
καὶ
οἱ
βασιλεῖς
τῆς
γῆς
μετ
'
αὐτῆς
ἐπόρνευσαν
,
καὶ
οἱ
ἔμποροι
τῆς
γῆς
ἐκ
τῆς
δυνάμεως
τοῦ
στρήνους
αὐτῆς
ἐπλούτησαν
.
Verse: 4
Καὶ
ἤκουσα
ἄλλην
ϕωνὴν
ἐκ
τοῦ
οὐρανοῦ
λέγουσαν
,
᾽Εξέλϑατε
,
ὁ
λαός
μου
,
ἐξ
αὐτῆς
,
ἵνα
μὴ
συγκοινωνήσητε
ταῖς
ἁμαρτίαις
αὐτῆς
,
καὶ
ἐκ
τῶν
πληγῶν
αὐτῆς
ἵνα
μὴ
λάβητε
·
Verse: 5
ὅτι
ἐκολλήϑησαν
αὐτῆς
αἱ
ἁμαρτίαι
ἄχρι
τοῦ
οὐρανοῦ
,
καὶ
ἐμνημόνευσεν
ὁ
ϑεὸς
τὰ
ἀδικήματα
αὐτῆς
.
Verse: 6
ἀπόδοτε
αὐτῇ
ὡς
καὶ
αὐτὴ
ἀπέδωκεν
,
καὶ
διπλώσατε
[τὰ]
διπλᾶ
κατὰ
τὰ
ἔργα
αὐτῆς
·
ἐν
τῷ
ποτηρίῳ
ᾧ
ἐκέρασεν
κεράσατε
αὐτῇ
διπλοῦν
·
Verse: 7
ὅσα
ἐδόξασεν
αὑτὴν
καὶ
ἐστρηνίασεν
,
τοσοῦτον
δότε
αὐτῇ
βασανισμὸν
καὶ
πένϑος
.
ὅτι
ἐν
τῇ
καρδίᾳ
αὐτῆς
λέγει
ὅτι
Κάϑημαι
βασίλισσα
,
καὶ
χήρα
οὐκ
εἰμί
,
καὶ
πένϑος
οὐ
μὴ
ἴδω
·
Verse: 8
διὰ
τοῦτο
ἐν
μιᾷ
ἡμέρᾳ
ἥξουσιν
αἱ
πληγαὶ
αὐτῆς
,
ϑάνατος
καὶ
πένϑος
καὶ
λιμός
,
καὶ
ἐν
πυρὶ
κατακαυϑήσεται
·
ὅτι
ἰσχυρὸς
κύριος
ὁ
ϑεὸς
ὁ
κρίνας
αὐτήν
.
Verse: 9
Καὶ
κλαύσουσιν
καὶ
κόψονται
ἐπ
'
αὐτὴν
οἱ
βασιλεῖς
τῆς
γῆς
οἱ
μετ
'
αὐτῆς
πορνεύσαντες
καὶ
στρηνιάσαντες
,
ὅταν
βλέπωσιν
τὸν
καπνὸν
τῆς
πυρώσεως
αὐτῆς
,
Verse: 10
ἀπὸ
μακρόϑεν
ἑστηκότες
διὰ
τὸν
ϕόβον
τοῦ
βασανισμοῦ
αὐτῆς
,
λέγοντες
,
Οὐαὶ
οὐαί
,
ἡ
πόλις
ἡ
μεγάλη
,
Βαβυλὼν
ἡ
πόλις
ἡ
ἰσχυρά
,
ὅτι
μιᾷ
ὥρᾳ
ἦλϑεν
ἡ
κρίσις
σου
.
Verse: 11
Καὶ
οἱ
ἔμποροι
τῆς
γῆς
κλαίουσιν
καὶ
πενϑοῦσιν
ἐπ
'
αὐτήν
,
ὅτι
τὸν
γόμον
αὐτῶν
οὐδεὶς
ἀγοράζει
οὐκέτι
,
Verse: 12
γόμον
χρυσοῦ
καὶ
ἀργύρου
καὶ
λίϑου
τιμίου
καὶ
μαργαριτῶν
καὶ
βυσσίνου
καὶ
πορϕύρας
καὶ
σιρικοῦ
καὶ
κοκκίνου
,
καὶ
πᾶν
ξύλον
ϑύϊνον
καὶ
πᾶν
σκεῦος
ἐλεϕάντινον
καὶ
πᾶν
σκεῦος
ἐκ
ξύλου
τιμιωτάτου
καὶ
χαλκοῦ
καὶ
σιδήρου
καὶ
μαρμάρου
,
Verse: 13
καὶ
κιννάμωμον
καὶ
ἄμωμον
καὶ
ϑυμιάματα
καὶ
μύρον
καὶ
λίβανον
καὶ
οἶνον
καὶ
ἔλαιον
καὶ
σεμίδαλιν
καὶ
σῖτον
καὶ
κτήνη
καὶ
πρόβατα
,
καὶ
ἵππων
καὶ
ῥεδῶν
καὶ
σωμάτων
,
καὶ
ψυχὰς
ἀνϑρώπων
.
Verse: 14
καὶ
ἡ
ὀπώρα
σου
τῆς
ἐπιϑυμίας
τῆς
ψυχῆς
ἀπῆλϑεν
ἀπὸ
σοῦ
,
καὶ
πάντα
τὰ
λιπαρὰ
καὶ
τὰ
λαμπρὰ
ἀπώλετο
ἀπὸ
σοῦ
,
καὶ
οὐκέτι
οὐ
μὴ
αὐτὰ
εὑρήσουσιν
.
Verse: 15
οἱ
ἔμποροι
τούτων
,
οἱ
πλουτήσαντες
ἀπ
'
αὐτῆς
,
ἀπὸ
μακρόϑεν
στήσονται
διὰ
τὸν
ϕόβον
τοῦ
βασανισμοῦ
αὐτῆς
,
κλαίοντες
καὶ
πενϑοῦντες
,
Verse: 16
λέγοντες
,
Οὐαὶ
οὐαί
,
ἡ
πόλις
ἡ
μεγάλη
,
ἡ
περιβεβλημένη
βύσσινον
καὶ
πορϕυροῦν
καὶ
κόκκινον
,
καὶ
κεχρυσωμένη
[ἐν]
χρυσίῳ
καὶ
λίϑῳ
τιμίῳ
καὶ
μαργαρίτῃ
,
Verse: 17
ὅτι
μιᾷ
ὥρᾳ
ἠρημώϑη
ὁ
τοσοῦτος
πλοῦτος
.
Καὶ
πᾶς
κυβερνήτης
καὶ
πᾶς
ὁ
ἐπὶ
τόπον
πλέων
καὶ
ναῦται
καὶ
ὅσοι
τὴν
ϑάλασσαν
ἐργάζονται
ἀπὸ
μακρόϑεν
ἔστησαν
Verse: 18
καὶ
ἔκραζον
βλέποντες
τὸν
καπνὸν
τῆς
πυρώσεως
αὐτῆς
λέγοντες
,
Τίς
ὁμοία
τῇ
πόλει
τῇ
μεγάλῃ
;
Verse: 19
καὶ
ἔβαλον
χοῦν
ἐπὶ
τὰς
κεϕαλὰς
αὐτῶν
καὶ
ἔκραζον
κλαίοντες
καὶ
πενϑοῦντες
,
λέγοντες
,
Οὐαὶ
οὐαί
,
ἡ
πόλις
ἡ
μεγάλη
,
ἐν
ᾗ
ἐπλούτησαν
πάντες
οἱ
ἔχοντες
τὰ
πλοῖα
ἐν
τῇ
ϑαλάσσῃ
ἐκ
τῆς
τιμιότητος
αὐτῆς
,
ὅτι
μιᾷ
ὥρᾳ
ἠρημώϑη
.
Verse: 20
Εὐϕραίνου
ἐπ
'
αὐτῇ
,
οὐρανέ
,
καὶ
οἱ
ἅγιοι
καὶ
οἱ
ἀπόστολοι
καὶ
οἱ
προϕῆται
,
ὅτι
ἔκρινεν
ὁ
ϑεὸς
τὸ
κρίμα
ὑμῶν
ἐξ
αὐτῆς
.
Verse: 21
Καὶ
ἦρεν
εἷς
ἄγγελος
ἰσχυρὸς
λίϑον
ὡς
μύλινον
μέγαν
καὶ
ἔβαλεν
εἰς
τὴν
ϑάλασσαν
λέγων
,
Οὕτως
ὁρμήματι
βληϑήσεται
Βαβυλὼν
ἡ
μεγάλη
πόλις
,
καὶ
οὐ
μὴ
εὑρεϑῇ
ἔτι
.
Verse: 22
καὶ
ϕωνὴ
κιϑαρῳδῶν
καὶ
μουσικῶν
καὶ
αὐλητῶν
καὶ
σαλπιστῶν
οὐ
μὴ
ἀκουσϑῇ
ἐν
σοὶ
ἔτι
,
καὶ
πᾶς
τεχνίτης
πάσης
τέχνης
οὐ
μὴ
εὑρεϑῇ
ἐν
σοὶ
ἔτι
,
καὶ
ϕωνὴ
μύλου
οὐ
μὴ
ἀκουσϑῇ
ἐν
σοὶ
ἔτι
,
Verse: 23
καὶ
ϕῶς
λύχνου
οὐ
μὴ
ϕάνῃ
ἐν
σοὶ
ἔτι
,
καὶ
ϕωνὴ
νυμϕίου
καὶ
νύμϕης
οὐ
μὴ
ἀκουσϑῇ
ἐν
σοὶ
ἔτι
·
ὅτι
οἱ
ἔμποροί
σου
ἦσαν
οἱ
μεγιστᾶνες
τῆς
γῆς
,
ὅτι
ἐν
τῇ
ϕαρμακείᾳ
σου
ἐπλανήϑησαν
πάντα
τὰ
ἔϑνη
,
Verse: 24
καὶ
ἐν
αὐτῇ
αἷμα
προϕητῶν
καὶ
ἁγίων
εὑρέϑη
καὶ
πάντων
τῶν
ἐσϕαγμένων
ἐπὶ
τῆς
γῆς
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.