TITUS
Novum Testamentum graece
Part No. 258
Previous part

Chapter: 18 
Verse: 1    Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ γῆ ἐϕωτίσϑη ἐκ τῆς δόξης αὐτοῦ.
Verse: 2    
καὶ ἔκραξεν ἐν ἰσχυρᾷ ϕωνῇ λέγων, ῎Επεσεν, ἔπεσεν Βαβυλὼν μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ ϕυλακὴ παντὸς πνεύματος ἀκαϑάρτου καὶ ϕυλακὴ παντὸς ὀρνέου ἀκαϑάρτου καὶ μεμισημένου,
Verse: 3    
ὅτι ἐκ τοῦ οἴνου τοῦ ϑυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔϑνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Verse: 4    
Καὶ ἤκουσα ἄλλην ϕωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, ᾽Εξέλϑατε, λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
Verse: 5    
ὅτι ἐκολλήϑησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν ϑεὸς τὰ ἀδικήματα αὐτῆς.
Verse: 6    
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε [τὰ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
Verse: 7    
ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένϑος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάϑημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένϑος οὐ μὴ ἴδω·
Verse: 8    
διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, ϑάνατος καὶ πένϑος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυϑήσεται· ὅτι ἰσχυρὸς κύριος ϑεὸς κρίνας αὐτήν.
Verse: 9    
Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
Verse: 10    
ἀπὸ μακρόϑεν ἑστηκότες διὰ τὸν ϕόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, Βαβυλὼν πόλις ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλϑεν κρίσις σου.
Verse: 11    
Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενϑοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
Verse: 12    
γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίϑου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορϕύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον ϑύϊνον καὶ πᾶν σκεῦος ἐλεϕάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
Verse: 13    
καὶ κιννάμωμον καὶ ἄμωμον καὶ ϑυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνϑρώπων.
Verse: 14    
καὶ ὀπώρα σου τῆς ἐπιϑυμίας τῆς ψυχῆς ἀπῆλϑεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
Verse: 15    
οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόϑεν στήσονται διὰ τὸν ϕόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενϑοῦντες,
Verse: 16    
λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, περιβεβλημένη βύσσινον καὶ πορϕυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίϑῳ τιμίῳ καὶ μαργαρίτῃ,
Verse: 17    
ὅτι μιᾷ ὥρᾳ ἠρημώϑη τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν ϑάλασσαν ἐργάζονται ἀπὸ μακρόϑεν ἔστησαν
Verse: 18    
καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
Verse: 19    
καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεϕαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενϑοῦντες, λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ ϑαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώϑη.
Verse: 20    
Εὐϕραίνου ἐπ' αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προϕῆται, ὅτι ἔκρινεν ϑεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
Verse: 21    
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίϑον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν ϑάλασσαν λέγων, Οὕτως ὁρμήματι βληϑήσεται Βαβυλὼν μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεϑῇ ἔτι.
Verse: 22    
καὶ ϕωνὴ κιϑαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσϑῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεϑῇ ἐν σοὶ ἔτι, καὶ ϕωνὴ μύλου οὐ μὴ ἀκουσϑῇ ἐν σοὶ ἔτι,
Verse: 23    
καὶ ϕῶς λύχνου οὐ μὴ ϕάνῃ ἐν σοὶ ἔτι, καὶ ϕωνὴ νυμϕίου καὶ νύμϕης οὐ μὴ ἀκουσϑῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ ϕαρμακείᾳ σου ἐπλανήϑησαν πάντα τὰ ἔϑνη,
Verse: 24    
καὶ ἐν αὐτῇ αἷμα προϕητῶν καὶ ἁγίων εὑρέϑη καὶ πάντων τῶν ἐσϕαγμένων ἐπὶ τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.