TITUS
Novum Testamentum graece
Part No. 259
Previous part

Chapter: 19 
Verse: 1    Μετὰ ταῦτα ἤκουσα ὡς ϕωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων, ῾Αλληλουϊά· σωτηρία καὶ δόξα καὶ δύναμις τοῦ ϑεοῦ ἡμῶν,
Verse: 2    
ὅτι ἀληϑιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔϕϑειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
Verse: 3    
καὶ δεύτερον εἴρηκαν, ῾Αλληλουϊά· καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Verse: 4    
καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ ϑεῷ τῷ καϑημένῳ ἐπὶ τῷ ϑρόνῳ, λέγοντες, ᾽Αμήν, ῾Αλληλουϊά.
Verse: 5    
Καὶ ϕωνὴ ἀπὸ τοῦ ϑρόνου ἐξῆλϑεν λέγουσα, Αἰνεῖτε τῷ ϑεῷ ἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ, [καὶ] οἱ ϕοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι.
Verse: 6    
καὶ ἤκουσα ὡς ϕωνὴν ὄχλου πολλοῦ καὶ ὡς ϕωνὴν ὑδάτων πολλῶν καὶ ὡς ϕωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, ῾Αλληλουϊά, ὅτι ἐβασίλευσεν κύριος ϑεὸς [ἡμῶν] παντοκράτωρ.
Verse: 7    
χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλϑεν γάμος τοῦ ἀρνίου, καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν·
Verse: 8    
καὶ ἐδόϑη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καϑαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.
Verse: 9    
Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληϑινοὶ τοῦ ϑεοῦ εἰσιν.
Verse: 10    
καὶ ἔπεσα ἔμπροσϑεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, ῞Ορα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελϕῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν ᾽Ιησοῦ· τῷ ϑεῷ προσκύνησον. γὰρ μαρτυρία ᾽Ιησοῦ ἐστιν τὸ πνεῦμα τῆς προϕητείας.
Verse: 11    
Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ καϑήμενος ἐπ' αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληϑινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.
Verse: 12    
οἱ δὲ ὀϕϑαλμοὶ αὐτοῦ [ὡς] ϕλὸξ πυρός, καὶ ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός,
Verse: 13    
καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ λόγος τοῦ ϑεοῦ.
Verse: 14    
καὶ τὰ στρατεύματα [τὰ] ἐν τῷ οὐρανῷ ἠκολούϑει αὐτῷ ἐϕ' ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν καϑαρόν.
Verse: 15    
καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομϕαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔϑνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ ϑυμοῦ τῆς ὀργῆς τοῦ ϑεοῦ τοῦ παντοκράτορος.
Verse: 16    
καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
Verse: 17    
Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] ϕωνῇ μεγάλῃ λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, Δεῦτε συνάχϑητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ ϑεοῦ,
Verse: 18    
ἵνα ϕάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καϑημένων ἐπ' αὐτῶν καὶ σάρκας πάντων ἐλευϑέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.
Verse: 19    
Καὶ εἶδον τὸ ϑηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καϑημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
Verse: 20    
καὶ ἐπιάσϑη τὸ ϑηρίον καὶ μετ' αὐτοῦ ψευδοπροϕήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ ϑηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήϑησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς καιομένης ἐν ϑείῳ.
Verse: 21    
καὶ οἱ λοιποὶ ἀπεκτάνϑησαν ἐν τῇ ῥομϕαίᾳ τοῦ καϑημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελϑούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσϑησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.