TITUS
Novum Testamentum graece
Part No. 174
Previous part

Chapter: 4 
Verse: 1    Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήϑητε,
Verse: 2    
μετὰ πάσης ταπεινοϕροσύνης καὶ πραύτητος, μετὰ μακροϑυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
Verse: 3    
σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
Verse: 4    
ἓν σῶμα καὶ ἓν πνεῦμα, καϑὼς καὶ ἐκλήϑητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
Verse: 5    
εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
Verse: 6    
εἷς ϑεὸς καὶ πατὴρ πάντων, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
Verse: 7    
῾Ενὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόϑη χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Verse: 8    
διὸ λέγει, ᾽Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνϑρώποις.
Verse: 9    
τὸ δὲ ᾽Ανέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα [μέρη] τῆς γῆς;
Verse: 10    
καταβὰς αὐτός ἐστιν καὶ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.]
Verse: 11    
καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προϕήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
Verse: 12    
πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
Verse: 13    
μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ ϑεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
Verse: 14    
ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιϕερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνϑρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεϑοδείαν τῆς πλάνης,
Verse: 15    
ἀληϑεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν κεϕαλή, Χριστός,
Verse: 16    
ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁϕῆς τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
Verse: 17    
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καϑὼς καὶ τὰ ἔϑνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
Verse: 18    
ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ ϑεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
Verse: 19    
οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαϑαρσίας πάσης ἐν πλεονεξίᾳ.
Verse: 20    
ὑμεῖς δὲ οὐχ οὕτως ἐμάϑετε τὸν Χριστόν,
Verse: 21    
εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχϑητε, καϑώς ἐστιν ἀλήϑεια ἐν τῷ ᾽Ιησοῦ,
Verse: 22    
ἀποϑέσϑαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροϕὴν τὸν παλαιὸν ἄνϑρωπον τὸν ϕϑειρόμενον κατὰ τὰς ἐπιϑυμίας τῆς ἀπάτης,
Verse: 23    
ἀνανεοῦσϑαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
Verse: 24    
καὶ ἐνδύσασϑαι τὸν καινὸν ἄνϑρωπον τὸν κατὰ ϑεὸν κτισϑέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληϑείας.
Verse: 25    
Διὸ ἀποϑέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήϑειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
Verse: 26    
ὀργίζεσϑε καὶ μὴ ἁμαρτάνετε· ἥλιος μὴ ἐπιδυέτω ἐπὶ [τῷ] παροργισμῷ ὑμῶν,
Verse: 27    
μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
Verse: 28    
κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαϑόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
Verse: 29    
πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσϑω, ἀλλὰ εἴ τις ἀγαϑὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
Verse: 30    
καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ ϑεοῦ, ἐν ἐσϕραγίσϑητε εἰς ἡμέραν ἀπολυτρώσεως.
Verse: 31    
πᾶσα πικρία καὶ ϑυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασϕημία ἀρϑήτω ἀϕ' ὑμῶν σὺν πάσῃ κακίᾳ.
Verse: 32    
γίνεσϑε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καϑὼς καὶ ϑεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.