TITUS
Novum Testamentum graece
Part No. 165
Previous part

Book: Gal. 
ΠΡΟΣ ΓΑΛΑΤΑΣ

Epistola beati Pauli apostoli ad Galatas




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνϑρώπων οὐδὲ δι' ἀνϑρώπου ἀλλὰ διὰ ᾽Ιησοῦ Χριστοῦ καὶ ϑεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
Verse: 2    
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελϕοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
Verse: 3    
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ,
Verse: 4    
τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ ϑέλημα τοῦ ϑεοῦ καὶ πατρὸς ἡμῶν,
Verse: 5    
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Verse: 6    
Θαυμάζω ὅτι οὕτως ταχέως μετατίϑεσϑε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι [Χριστοῦ] εἰς ἕτερον εὐαγγέλιον,
Verse: 7    
οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ ϑέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
Verse: 8    
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἄγγελος ἐξ οὐρανοῦ [ὑμῖν] εὐαγγελίζηται παρ' εὐηγγελισάμεϑα ὑμῖν, ἀνάϑεμα ἔστω.
Verse: 9    
ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' παρελάβετε, ἀνάϑεμα ἔστω.
Verse: 10    
῎Αρτι γὰρ ἀνϑρώπους πείϑω τὸν ϑεόν; ζητῶ ἀνϑρώποις ἀρέσκειν; εἰ ἔτι ἀνϑρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Verse: 11    
Γνωρίζω δὲ ὑμῖν, ἀδελϕοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισϑὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνϑρωπον·
Verse: 12    
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνϑρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχϑην, ἀλλὰ δι' ἀποκαλύψεως ᾽Ιησοῦ Χριστοῦ.
Verse: 13    
᾽Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροϕήν ποτε ἐν τῷ ᾽Ιουδαϊσμῷ, ὅτι καϑ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ ϑεοῦ καὶ ἐπόρϑουν αὐτήν,
Verse: 14    
καὶ προέκοπτον ἐν τῷ ᾽Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
Verse: 15    
ὅτε δὲ εὐδόκησεν ἀϕορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
Verse: 16    
ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔϑνεσιν, εὐϑέως οὐ προσανεϑέμην σαρκὶ καὶ αἵματι,
Verse: 17    
οὐδὲ ἀνῆλϑον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλϑον εἰς ᾽Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Verse: 18    
῎Επειτα μετὰ τρία ἔτη ἀνῆλϑον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Κηϕᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
Verse: 19    
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ ᾽Ιάκωβον τὸν ἀδελϕὸν τοῦ κυρίου.
Verse: 20    
δὲ γράϕω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ ϑεοῦ ὅτι οὐ ψεύδομαι.
Verse: 21    
ἔπειτα ἦλϑον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
Verse: 22    
ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς ᾽Ιουδαίας ταῖς ἐν Χριστῷ,
Verse: 23    
μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ῾Ο διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρϑει,
Verse: 24    
καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν ϑεόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.