TITUS
Novum Testamentum graece
Part No. 168
Previous part

Chapter: 4 
Verse: 1    Λέγω δέ, ἐϕ' ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαϕέρει δούλου κύριος πάντων ὤν,
Verse: 2    
ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προϑεσμίας τοῦ πατρός.
Verse: 3    
οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεϑα δεδουλωμένοι·
Verse: 4    
ὅτε δὲ ἦλϑεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ϑεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
Verse: 5    
ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοϑεσίαν ἀπολάβωμεν.
Verse: 6    
῞Οτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ϑεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Αββα πατήρ.
Verse: 7    
ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ ϑεοῦ.
Verse: 8    
᾽Αλλὰ τότε μὲν οὐκ εἰδότες ϑεὸν ἐδουλεύσατε τοῖς ϕύσει μὴ οὖσιν ϑεοῖς·
Verse: 9    
νῦν δὲ γνόντες ϑεόν, μᾶλλον δὲ γνωσϑέντες ὑπὸ ϑεοῦ, πῶς ἐπιστρέϕετε πάλιν ἐπὶ τὰ ἀσϑενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωϑεν δουλεύειν ϑέλετε;
Verse: 10    
ἡμέρας παρατηρεῖσϑε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
Verse: 11    
ϕοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
Verse: 12    
Γίνεσϑε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελϕοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
Verse: 13    
οἴδατε δὲ ὅτι δι' ἀσϑένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
Verse: 14    
καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουϑενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον ϑεοῦ ἐδέξασϑέ με, ὡς Χριστὸν ᾽Ιησοῦν.
Verse: 15    
ποῦ οὖν μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀϕϑαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
Verse: 16    
ὥστε ἐχϑρὸς ὑμῶν γέγονα ἀληϑεύων ὑμῖν;
Verse: 17    
ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς ϑέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
Verse: 18    
καλὸν δὲ ζηλοῦσϑαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
Verse: 19    
τεκνία μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορϕωϑῇ Χριστὸς ἐν ὑμῖν·
Verse: 20    
ἤϑελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν ϕωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
Verse: 21    
Λέγετέ μοι, οἱ ὑπὸ νόμον ϑέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
Verse: 22    
γέγραπται γὰρ ὅτι ᾽Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευϑέρας.
Verse: 23    
ἀλλ' μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευϑέρας δι' ἐπαγγελίας.
Verse: 24    
ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαϑῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῾Αγάρ.
Verse: 25    
τὸ δὲ ῾Αγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾽Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν ᾽Ιερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
Verse: 26    
δὲ ἄνω ᾽Ιερουσαλὴμ ἐλευϑέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·
Verse: 27    
γέγραπται γάρ, Εὐϕράνϑητι, στεῖρα οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα.
Verse: 28    
ὑμεῖς δέ, ἀδελϕοί, κατὰ ᾽Ισαὰκ ἐπαγγελίας τέκνα ἐστέ.
Verse: 29    
ἀλλ' ὥσπερ τότε κατὰ σάρκα γεννηϑεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
Verse: 30    
ἀλλὰ τί λέγει γραϕή; ῎Εκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦτῆς ἐλευϑέρας.
Verse: 31    
διό, ἀδελϕοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευϑέρας.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.