TITUS
Novum Testamentum graece
Part No. 207
Previous part

Book: Heb. 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ

Epistola beati Pauli apostoli ad Hebraeos




Chapter: 1 
Verse: 1    Πολυμερῶς καὶ πολυτρόπως πάλαι ϑεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προϕήταις
Verse: 2    
ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔϑηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·
Verse: 3    
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ϕέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καϑαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάϑισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
Verse: 4    
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαϕορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
Verse: 5    
Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, ᾽Εγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
Verse: 6    
ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι ϑεοῦ.
Verse: 7    
καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, ῾Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς ϕλόγα·
Verse: 8    
πρὸς δὲ τὸν υἱόν, ῾Ο ϑρόνος σου, ϑεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ῥάβδος τῆς εὐϑύτητος ῥάβδος τῆς βασιλείας σου.
Verse: 9    
ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ϑεός, ϑεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
Verse: 10    
καί, Σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐϑεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
Verse: 11    
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωϑήσονται,
Verse: 12    
καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Verse: 13    
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάϑου ἐκ δεξιῶν μου ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
Verse: 14    
οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; /

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.