TITUS
Novum Testamentum graece
Part No. 215
Previous part

Chapter: 9 
Verse: 1    Εἶχε μὲν οὖν [καὶ] πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν.
Verse: 2    
σκηνὴ γὰρ κατεσκευάσϑη πρώτη ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόϑεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια·
Verse: 3    
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη ῞Αγια ῾Αγίων,
Verse: 4    
χρυσοῦν ἔχουσα ϑυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαϑήκης περικεκαλυμμένην πάντοϑεν χρυσίῳ, ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ῥάβδος ᾽Ααρὼν βλαστήσασα καὶ αἱ πλάκες τῆς διαϑήκης,
Verse: 5    
ὑπεράνω δὲ αὐτῆς Χερουβεὶν δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
Verse: 6    
Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες,
Verse: 7    
εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεύς, οὐ χωρὶς αἵματος, προσϕέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
Verse: 8    
τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεϕανερῶσϑαι τὴν τῶν ἁγίων ὁδὸν ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν,
Verse: 9    
ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καϑ' ἣν δῶρά τε καὶ ϑυσίαι προσϕέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
Verse: 10    
μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαϕόροις βαπτισμοῖς, δικαιώματα σαρκὸς μέχρι καιροῦ διορϑώσεως ἐπικείμενα.
Verse: 11    
Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαϑῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τοῦτ' ἔστιν οὐ ταύτης τῆς κτίσεως,
Verse: 12    
οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλϑεν ἐϕάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
Verse: 13    
εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καϑαρότητα,
Verse: 14    
πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ ϑεῷ, καϑαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν ϑεῷ ζῶντι.
Verse: 15    
Καὶ διὰ τοῦτο διαϑήκης καινῆς μεσίτης ἐστίν, ὅπως ϑανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαϑήκῃ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας.
Verse: 16    
ὅπου γὰρ διαϑήκη, ϑάνατον ἀνάγκη ϕέρεσϑαι τοῦ διαϑεμένου·
Verse: 17    
διαϑήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ διαϑέμενος.
Verse: 18    
ὅϑεν οὐδὲ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·
Verse: 19    
λαληϑείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν,
Verse: 20    
λέγων, Τοῦτο τὸ αἷμα τῆς διαϑήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ϑεός·
Verse: 21    
καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
Verse: 22    
καὶ σχεδὸν ἐν αἵματι πάντα καϑαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄϕεσις.
Verse: 23    
᾽Ανάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καϑαρίζεσϑαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν ϑυσίαις παρὰ ταύτας.
Verse: 24    
οὐ γὰρ εἰς χειροποίητα εἰσῆλϑεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληϑινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμϕανισϑῆναι τῷ προσώπῳ τοῦ ϑεοῦ ὑπὲρ ἡμῶν·
Verse: 25    
οὐδ' ἵνα πολλάκις προσϕέρῃ ἑαυτόν, ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
Verse: 26    
ἐπεὶ ἔδει αὐτὸν πολλάκις παϑεῖν ἀπὸ καταβολῆς κόσμου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀϑέτησιν [τῆς] ἁμαρτίας διὰ τῆς ϑυσίας αὐτοῦ πεϕανέρωται.
Verse: 27    
καὶ καϑ' ὅσον ἀπόκειται τοῖς ἀνϑρώποις ἅπαξ ἀποϑανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
Verse: 28    
οὕτως καὶ Χριστός, ἅπαξ προσενεχϑεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀϕϑήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.