TITUS
Novum Testamentum graece
Part No. 220
Previous part

Book: Jac. 
ΙΑΚΩΒΟΥ

Epistola catholica beati Iacobi apostoli




Chapter: 1 
Verse: 1    ᾽Ιάκωβος ϑεοῦ καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα ϕυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
Verse: 2    
Πᾶσαν χαρὰν ἡγήσασϑε, ἀδελϕοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
Verse: 3    
γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
Verse: 4    
δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
Verse: 5    
Εἰ δέ τις ὑμῶν λείπεται σοϕίας, αἰτείτω παρὰ τοῦ διδόντος ϑεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοϑήσεται αὐτῷ.
Verse: 6    
αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, γὰρ διακρινόμενος ἔοικεν κλύδωνι ϑαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ·
Verse: 7    
μὴ γὰρ οἰέσϑω ἄνϑρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου,
Verse: 8    
ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
Verse: 9    
Καυχάσϑω δὲ ἀδελϕὸς ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
Verse: 10    
δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνϑος χόρτου παρελεύσεται.
Verse: 11    
ἀνέτειλεν γὰρ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνϑος αὐτοῦ ἐξέπεσεν καὶ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανϑήσεται.
Verse: 12    
Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέϕανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
Verse: 13    
μηδεὶς πειραζόμενος λεγέτω ὅτι ᾽Απὸ ϑεοῦ πειράζομαι· γὰρ ϑεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Verse: 14    
ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιϑυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
Verse: 15    
εἶτα ἐπιϑυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, δὲ ἁμαρτία ἀποτελεσϑεῖσα ἀποκύει ϑάνατον.
Verse: 16    
Μὴ πλανᾶσϑε, ἀδελϕοί μου ἀγαπητοί.
Verse: 17    
πᾶσα δόσις ἀγαϑὴ καὶ πᾶν δώρημα τέλειον ἄνωϑέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν ϕώτων, παρ' οὐκ ἔνι παραλλαγὴ τροπῆς ἀποσκίασμα.
Verse: 18    
βουληϑεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληϑείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Verse: 19    
῎Ιστε, ἀδελϕοί μου ἀγαπητοί. ἔστω δὲ πᾶς ἄνϑρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν·
Verse: 20    
ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην ϑεοῦ οὐκ ἐργάζεται.
Verse: 21    
διὸ ἀποϑέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραύτητι δέξασϑε τὸν ἔμϕυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
Verse: 22    
Γίνεσϑε δὲ ποιηταὶ λόγου καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς.
Verse: 23    
ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
Verse: 24    
κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυϑεν καὶ εὐϑέως ἐπελάϑετο ὁποῖος ἦν.
Verse: 25    
δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευϑερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
Verse: 26    
Εἴ τις δοκεῖ ϑρησκὸς εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ϑρησκεία.
Verse: 27    
ϑρησκεία καϑαρὰ καὶ ἀμίαντος παρὰ τῷ ϑεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσϑαι ὀρϕανοὺς καὶ χήρας ἐν τῇ ϑλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.