TITUS
Novum Testamentum graece
Part No. 224
Previous part

Chapter: 5 
Verse: 1    ῎Αγε νῦν οἱ πλούσιοι, κλαύσατε ὁλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
Verse: 2    
πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
Verse: 3    
χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται, καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ ϕάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐϑησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Verse: 4    
ἰδοὺ μισϑὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ἀϕυστερημένος ἀϕ' ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν ϑερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼϑ εἰσελήλυϑαν.
Verse: 5    
ἐτρυϕήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐϑρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σϕαγῆς.
Verse: 6    
κατεδικάσατε, ἐϕονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν.
Verse: 7    
Μακροϑυμήσατε οὖν, ἀδελϕοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροϑυμῶν ἐπ' αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
Verse: 8    
μακροϑυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν.
Verse: 9    
μὴ στενάζετε, ἀδελϕοί, κατ' ἀλλήλων, ἵνα μὴ κριϑῆτε· ἰδοὺ κριτὴς πρὸ τῶν ϑυρῶν ἕστηκεν.
Verse: 10    
ὑπόδειγμα λάβετε, ἀδελϕοί, τῆς κακοπαϑείας καὶ τῆς μακροϑυμίας τοὺς προϕήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
Verse: 11    
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν ᾽Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν κύριος καὶ οἰκτίρμων.
Verse: 12    
Πρὸ πάντων δέ, ἀδελϕοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
Verse: 13    
Κακοπαϑεῖ τις ἐν ὑμῖν; προσευχέσϑω· εὐϑυμεῖ τις; ψαλλέτω.
Verse: 14    
ἀσϑενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσϑω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσϑωσαν ἐπ' αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι [τοῦ] κυρίου·
Verse: 15    
καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν κύριος· κἂν ἁμαρτίας πεποιηκώς, ἀϕεϑήσεται αὐτῷ.
Verse: 16    
ἐξομολογεῖσϑε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσϑε ὑπὲρ ἀλλήλων, ὅπως ἰαϑῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Verse: 17    
᾽Ηλίας ἄνϑρωπος ἦν ὁμοιοπαϑὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
Verse: 18    
καὶ πάλιν προσηύξατο, καὶ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
Verse: 19    
᾽Αδελϕοί μου, ἐάν τις ἐν ὑμῖν πλανηϑῇ ἀπὸ τῆς ἀληϑείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
Verse: 20    
γινώσκετε ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν [αὐτοῦ] ἐκ ϑανάτου καὶ καλύψει πλῆϑος ἁμαρτιῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.