TITUS
Novum Testamentum graece
Part No. 69
Previous part

Book: Jo. 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Euangelium secundum Ioannem




Chapter: 1 
Verse: 1    ᾽Εν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν ϑεόν, καὶ ϑεὸς ἦν λόγος.
Verse: 2    
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν ϑεόν.
Verse: 3    
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. γέγονεν
Verse: 4    
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ζωὴ ἦν τὸ ϕῶς τῶν ἀνϑρώπων·
Verse: 5    
καὶ τὸ ϕῶς ἐν τῇ σκοτίᾳ ϕαίνει, καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Verse: 6    
᾽Εγένετο ἄνϑρωπος ἀπεσταλμένος παρὰ ϑεοῦ, ὄνομα αὐτῷ ᾽Ιωάννης·
Verse: 7    
οὗτος ἦλϑεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ.
Verse: 8    
οὐκ ἦν ἐκεῖνος τὸ ϕῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός.
Verse: 9    
῏Ην τὸ ϕῶς τὸ ἀληϑινόν, ϕωτίζει πάντα ἄνϑρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
Verse: 10    
ἐν τῷ κόσμῳ ἦν, καὶ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω.
Verse: 11    
εἰς τὰ ἴδια ἦλϑεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Verse: 12    
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα ϑεοῦ γενέσϑαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
Verse: 13    
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ ϑελήματος σαρκὸς οὐδὲ ἐκ ϑελήματος ἀνδρὸς ἀλλ' ἐκ ϑεοῦ ἐγεννήϑησαν.
Verse: 14    
Καὶ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐϑεασάμεϑα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληϑείας.
Verse: 15    
᾽Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, ῾Ο ὀπίσω μου ἐρχόμενος ἔμπροσϑέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Verse: 16    
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
Verse: 17    
ὅτι νόμος διὰ Μωϋσέως ἐδόϑη, χάρις καὶ ἀλήϑεια διὰ ᾽Ιησοῦ Χριστοῦ ἐγένετο.
Verse: 18    
ϑεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς ϑεὸς ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
Verse: 19    
Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ ᾽Ιωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ ᾽Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;
Verse: 20    
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ᾽Εγὼ οὐκ εἰμὶ Χριστός.
Verse: 21    
καὶ ἠρώτησαν αὐτόν, Τί οὖν σύ; ᾽Ηλίας εἶ; καὶ λέγει, Οὐκ εἰμί. ῾Ο προϕήτης εἶ σύ; καὶ ἀπεκρίϑη, Οὔ.
Verse: 22    
εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Verse: 23    
ἔϕη, ᾽Εγὼ ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐϑύνατε τὴν ὁδὸν κυρίου, καϑὼς εἶπεν ᾽Ησαίας προϕήτης.
Verse: 24    
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
Verse: 25    
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ ᾽Ηλίας οὐδὲ προϕήτης;
Verse: 26    
ἀπεκρίϑη αὐτοῖς ᾽Ιωάννης λέγων, ᾽Εγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
Verse: 27    
ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Verse: 28    
Ταῦτα ἐν Βηϑανίᾳ ἐγένετο πέραν τοῦ ᾽Ιορδάνου, ὅπου ἦν ᾽Ιωάννης βαπτίζων.
Verse: 29    
Τῇ ἐπαύριον βλέπει τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ῎Ιδε ἀμνὸς τοῦ ϑεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Verse: 30    
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσϑέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Verse: 31    
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα ϕανερωϑῇ τῷ ᾽Ισραὴλ διὰ τοῦτο ἦλϑον ἐγὼ ἐν ὕδατι βαπτίζων.
Verse: 32    
Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεϑέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν·
Verse: 33    
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ᾽Εϕ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ.
Verse: 34    
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν υἱὸς τοῦ ϑεοῦ.
Verse: 35    
Τῇ ἐπαύριον πάλιν εἱστήκει ᾽Ιωάννης καὶ ἐκ τῶν μαϑητῶν αὐτοῦ δύο,
Verse: 36    
καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι λέγει, ῎Ιδε ἀμνὸς τοῦ ϑεοῦ.
Verse: 37    
καὶ ἤκουσαν οἱ δύο μαϑηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούϑησαν τῷ ᾽Ιησοῦ.
Verse: 38    
στραϕεὶς δὲ ᾽Ιησοῦς καὶ ϑεασάμενος αὐτοὺς ἀκολουϑοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ, ῾Ραββί [ὃ λέγεται μεϑερμηνευόμενον Διδάσκαλε], ποῦ μένεις;
Verse: 39    
λέγει αὐτοῖς, ῎Ερχεσϑε καὶ ὄψεσϑε. ἦλϑαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Verse: 40    
῏Ην ᾽Ανδρέας ἀδελϕὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουϑησάντων αὐτῷ·
Verse: 41    
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελϕὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεϑερμηνευόμενον Χριστός]·
Verse: 42    
ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. ἐμβλέψας αὐτῷ ᾽Ιησοῦς εἶπεν, Σὺ εἶ Σίμων υἱὸς ᾽Ιωάννου· σὺ κληϑήσῃ Κηϕᾶς [ὃ ἑρμηνεύεται Πέτρος].
Verse: 43    
Τῇ ἐπαύριον ἠϑέλησεν ἐξελϑεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Ακολούϑει μοι.
Verse: 44    
ἦν δὲ Φίλιππος ἀπὸ Βηϑσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου.
Verse: 45    
εὑρίσκει Φίλιππος τὸν Ναϑαναὴλ καὶ λέγει αὐτῷ, ῝Ον ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προϕῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴϕ τὸν ἀπὸ Ναζαρέτ.
Verse: 46    
καὶ εἶπεν αὐτῷ Ναϑαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαϑὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε.
Verse: 47    
εἶδεν ᾽Ιησοῦς τὸν Ναϑαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληϑῶς ᾽Ισραηλίτης ἐν δόλος οὐκ ἔστιν.
Verse: 48    
λέγει αὐτῷ Ναϑαναήλ, Πόϑεν με γινώσκεις; ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον ϕωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
Verse: 49    
ἀπεκρίϑη αὐτῷ Ναϑαναήλ, ῾Ραββί, σὺ εἶ υἱὸς τοῦ ϑεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ.
Verse: 50    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ῞Οτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ.
Verse: 51    
καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσϑε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ ϑεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνϑρώπου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.