TITUS
Novum Testamentum graece
Part No. 70
Previous part

Chapter: 2 
Verse: 1    Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν μήτηρ τοῦ ᾽Ιησοῦ ἐκεῖ·
Verse: 2    
ἐκλήϑη δὲ καὶ ᾽Ιησοῦς καὶ οἱ μαϑηταὶ αὐτοῦ εἰς τὸν γάμον.
Verse: 3    
καὶ ὑστερήσαντος οἴνου λέγει μήτηρ τοῦ ᾽Ιησοῦ πρὸς αὐτόν, Οἶνον οὐκ ἔχουσιν.
Verse: 4    
[καὶ] λέγει αὐτῇ ᾽Ιησοῦς, Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ὥρα μου.
Verse: 5    
λέγει μήτηρ αὐτοῦ τοῖς διακόνοις, ῞Ο τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
Verse: 6    
ἦσαν δὲ ἐκεῖ λίϑιναι ὑδρίαι ἓξ κατὰ τὸν καϑαρισμὸν τῶν ᾽Ιουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο τρεῖς.
Verse: 7    
λέγει αὐτοῖς ᾽Ιησοῦς, Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
Verse: 8    
καὶ λέγει αὐτοῖς, ᾽Αντλήσατε νῦν καὶ ϕέρετε τῷ ἀρχιτρικλίνῳ· οἱ δὲ ἤνεγκαν.
Verse: 9    
ὡς δὲ ἐγεύσατο ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόϑεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, ϕωνεῖ τὸν νυμϕίον ἀρχιτρίκλινος
Verse: 10    
καὶ λέγει αὐτῷ, Πᾶς ἄνϑρωπος πρῶτον τὸν καλὸν οἶνον τίϑησιν, καὶ ὅταν μεϑυσϑῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
Verse: 11    
Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ᾽Ιησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐϕανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαϑηταὶ αὐτοῦ.
Verse: 12    
Μετὰ τοῦτο κατέβη εἰς Καϕαρναοὺμ αὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελϕοὶ [αὐτοῦ] καὶ οἱ μαϑηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
Verse: 13    
Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν ᾽Ιουδαίων, καὶ ἀνέβη εἰς ῾Ιεροσόλυμα ᾽Ιησοῦς.
Verse: 14    
καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καϑημένους,
Verse: 15    
καὶ ποιήσας ϕραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψεν,
Verse: 16    
καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, ῎Αρατε ταῦτα ἐντεῦϑεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
Verse: 17    
᾽Εμνήσϑησαν οἱ μαϑηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ῾Ο ζῆλος τοῦ οἴκου σου καταϕάγεταί με.
Verse: 18    
ἀπεκρίϑησαν οὖν οἱ ᾽Ιουδαῖοι καὶ εἶπαν αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
Verse: 19    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Verse: 20    
εἶπαν οὖν οἱ ᾽Ιουδαῖοι, Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήϑη ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
Verse: 21    
ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
Verse: 22    
ὅτε οὖν ἠγέρϑη ἐκ νεκρῶν, ἐμνήσϑησαν οἱ μαϑηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραϕῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ᾽Ιησοῦς.
Verse: 23    
῾Ως δὲ ἦν ἐν τοῖς ῾Ιεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, ϑεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει·
Verse: 24    
αὐτὸς δὲ ᾽Ιησοῦς οὐκ ἐπίστευεν αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας,
Verse: 25    
καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνϑρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνϑρώπῳ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.