TITUS
Novum Testamentum graece
Part No. 71
Previous part

Chapter: 3 
Verse: 1    ῏Ην δὲ ἄνϑρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν ᾽Ιουδαίων·
Verse: 2    
οὗτος ἦλϑεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, ῾Ραββί, οἴδαμεν ὅτι ἀπὸ ϑεοῦ ἐλήλυϑας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν σὺ ποιεῖς, ἐὰν μὴ ϑεὸς μετ' αὐτοῦ.
Verse: 3    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηϑῇ ἄνωϑεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 4    
λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος, Πῶς δύναται ἄνϑρωπος γεννηϑῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελϑεῖν καὶ γεννηϑῆναι;
Verse: 5    
ἀπεκρίϑη ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηϑῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελϑεῖν εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ.
Verse: 6    
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
Verse: 7    
μὴ ϑαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηϑῆναι ἄνωϑεν.
Verse: 8    
τὸ πνεῦμα ὅπου ϑέλει πνεῖ, καὶ τὴν ϕωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόϑεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς γεγεννημένος ἐκ τοῦ πνεύματος.
Verse: 9    
ἀπεκρίϑη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσϑαι;
Verse: 10    
ἀπεκρίϑη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ διδάσκαλος τοῦ ᾽Ισραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
Verse: 11    
ἀμὴν ἀμὴν λέγω σοι ὅτι οἴδαμεν λαλοῦμεν καὶ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
Verse: 12    
εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
Verse: 13    
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ἐκ τοῦ οὐρανοῦ καταβάς, υἱὸς τοῦ ἀνϑρώπου.
Verse: 14    
καὶ καϑὼς Μωϋσῆς ὕψωσεν τὸν ὄϕιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωϑῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνϑρώπου,
Verse: 15    
ἵνα πᾶς πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
Verse: 16    
Οὕτως γὰρ ἠγάπησεν ϑεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
Verse: 17    
οὐ γὰρ ἀπέστειλεν ϑεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωϑῇ κόσμος δι' αὐτοῦ.
Verse: 18    
πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· [δὲ] μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ ϑεοῦ.
Verse: 19    
αὕτη δέ ἐστιν κρίσις, ὅτι τὸ ϕῶς ἐλήλυϑεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνϑρωποι μᾶλλον τὸ σκότος τὸ ϕῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
Verse: 20    
πᾶς γὰρ ϕαῦλα πράσσων μισεῖ τὸ ϕῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ ϕῶς, ἵνα μὴ ἐλεγχϑῇ τὰ ἔργα αὐτοῦ·
Verse: 21    
δὲ ποιῶν τὴν ἀλήϑειαν ἔρχεται πρὸς τὸ ϕῶς, ἵνα ϕανερωϑῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν ϑεῷ ἐστιν εἰργασμένα.
Verse: 22    
Μετὰ ταῦτα ἦλϑεν ᾽Ιησοῦς καὶ οἱ μαϑηταὶ αὐτοῦ εἰς τὴν ᾽Ιουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν.
Verse: 23    
ἦν δὲ καὶ ᾽Ιωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
Verse: 24    
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν ϕυλακὴν ᾽Ιωάννης.
Verse: 25    
᾽Εγένετο οὖν ζήτησις ἐκ τῶν μαϑητῶν ᾽Ιωάννου μετὰ ᾽Ιουδαίου περὶ καϑαρισμοῦ.
Verse: 26    
καὶ ἦλϑον πρὸς τὸν ᾽Ιωάννην καὶ εἶπαν αὐτῷ, ῾Ραββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾽Ιορδάνου, σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
Verse: 27    
ἀπεκρίϑη ᾽Ιωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνϑρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
Verse: 28    
αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰμὶ ἐγὼ Χριστός, ἀλλ' ὅτι ᾽Απεσταλμένος εἰμὶ ἔμπροσϑεν ἐκείνου.
Verse: 29    
ἔχων τὴν νύμϕην νυμϕίος ἐστίν· δὲ ϕίλος τοῦ νυμϕίου, ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν ϕωνὴν τοῦ νυμϕίου. αὕτη οὖν χαρὰ ἐμὴ πεπλήρωται.
Verse: 30    
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσϑαι.
Verse: 31    
῾Ο ἄνωϑεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος [ἐπάνω πάντων ἐστίν·]
Verse: 32    
ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
Verse: 33    
λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσϕράγισεν ὅτι ϑεὸς ἀληϑής ἐστιν.
Verse: 34    
ὃν γὰρ ἀπέστειλεν ϑεὸς τὰ ῥήματα τοῦ ϑεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα.
Verse: 35    
πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 36    
πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· δὲ ἀπειϑῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ' ὀργὴ τοῦ ϑεοῦ μένει ἐπ' αὐτόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.