TITUS
Novum Testamentum graece
Part No. 181
Previous part

Book: Kol. 
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ

Epistola beati Pauli apostoli ad Colossenses




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ ϑελήματος ϑεοῦ καὶ Τιμόϑεος ἀδελϕός
Verse: 2    
τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελϕοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς ἡμῶν.
Verse: 3    
Εὐχαριστοῦμεν τῷ ϑεῷ πατρὶ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
Verse: 4    
ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ ᾽Ιησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
Verse: 5    
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληϑείας τοῦ εὐαγγελίου
Verse: 6    
τοῦ παρόντος εἰς ὑμᾶς, καϑὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποϕορούμενον καὶ αὐξανόμενον καϑὼς καὶ ἐν ὑμῖν, ἀϕ' ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ ϑεοῦ ἐν ἀληϑείᾳ·
Verse: 7    
καϑὼς ἐμάϑετε ἀπὸ ᾽Επαϕρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ,
Verse: 8    
καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
Verse: 9    
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀϕ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεϑα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωϑῆτε τὴν ἐπίγνωσιν τοῦ ϑελήματος αὐτοῦ ἐν πάσῃ σοϕίᾳ καὶ συνέσει πνευματικῇ,
Verse: 10    
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαϑῷ καρποϕοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ ϑεοῦ,
Verse: 11    
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροϑυμίαν, μετὰ χαρᾶς
Verse: 12    
εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ ϕωτί·
Verse: 13    
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
Verse: 14    
ἐν ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄϕεσιν τῶν ἁμαρτιῶν·
Verse: 15    
ὅς ἐστιν εἰκὼν τοῦ ϑεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
Verse: 16    
ὅτι ἐν αὐτῷ ἐκτίσϑη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ϑρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται,
Verse: 17    
καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.
Verse: 18    
καὶ αὐτός ἐστιν κεϕαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
Verse: 19    
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
Verse: 20    
καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [δι' αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
Verse: 21    
Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχϑροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,
Verse: 22    
νυνὶ δὲ ἀποκατηλλάγητε ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ ϑανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
Verse: 23    
εἴ γε ἐπιμένετε τῇ πίστει τεϑεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχϑέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
Verse: 24    
Νῦν χαίρω ἐν τοῖς παϑήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ϑλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ἐστιν ἐκκλησία,
Verse: 25    
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ ϑεοῦ τὴν δοϑεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ ϑεοῦ,
Verse: 26    
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν νῦν δὲ ἐϕανερώϑη τοῖς ἁγίοις αὐτοῦ,
Verse: 27    
οἷς ἠϑέλησεν ϑεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔϑνεσιν, ἐστιν Χριστὸς ἐν ὑμῖν, ἐλπὶς τῆς δόξης·
Verse: 28    
ὃν ἡμεῖς καταγγέλλομεν νουϑετοῦντες πάντα ἄνϑρωπον καὶ διδάσκοντες πάντα ἄνϑρωπον ἐν πάσῃ σοϕίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνϑρωπον τέλειον ἐν Χριστῷ·
Verse: 29    
εἰς καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.