TITUS
Novum Testamentum graece
Part No. 184
Previous part

Chapter: 4 
Verse: 1    Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσϑε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ. /
Verse: 2    
Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,
Verse: 3    
προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ϑεὸς ἀνοίξῃ ἡμῖν ϑύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' καὶ δέδεμαι,
Verse: 4    
ἵνα ϕανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.
Verse: 5    
᾽Εν σοϕίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
Verse: 6    
λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσϑαι.
Verse: 7    
Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ἀγαπητὸς ἀδελϕὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,
Verse: 8    
ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,
Verse: 9    
σὺν ᾽Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελϕῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
Verse: 10    
᾽Ασπάζεται ὑμᾶς ᾽Αρίσταρχος συναιχμάλωτός μου, καὶ Μᾶρκος ἀνεψιὸς Βαρναβᾶ [περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλϑῃ πρὸς ὑμᾶς δέξασϑε αὐτόν],
Verse: 11    
καὶ ᾽Ιησοῦς λεγόμενος ᾽Ιοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ, οἵτινες ἐγενήϑησάν μοι παρηγορία.
Verse: 12    
ἀσπάζεται ὑμᾶς ᾽Επαϕρᾶς ἐξ ὑμῶν, δοῦλος Χριστοῦ [᾽Ιησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταϑῆτε τέλειοι καὶ πεπληροϕορημένοι ἐν παντὶ ϑελήματι τοῦ ϑεοῦ.
Verse: 13    
μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν ῾Ιεραπόλει.
Verse: 14    
ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ἀγαπητὸς καὶ Δημᾶς.
Verse: 15    
᾽Ασπάσασϑε τοὺς ἐν Λαοδικείᾳ ἀδελϕοὺς καὶ Νύμϕαν καὶ τὴν κατ' οἶκον αὐτῆς ἐκκλησίαν.
Verse: 16    
καὶ ὅταν ἀναγνωσϑῇ παρ' ὑμῖν ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσϑῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
Verse: 17    
καὶ εἴπατε ᾽Αρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
Verse: 18    
῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. χάρις μεϑ' ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.