TITUS
Novum Testamentum graece
Part No. 62
Previous part

Chapter: 18 
Verse: 1    ῎Ελεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσϑαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν,
Verse: 2    
λέγων, Κριτής τις ἦν ἔν τινι πόλει τὸν ϑεὸν μὴ ϕοβούμενος καὶ ἄνϑρωπον μὴ ἐντρεπόμενος.
Verse: 3    
χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ᾽Εκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
Verse: 4    
καὶ οὐκ ἤϑελεν ἐπὶ χρόνον, μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ, Εἰ καὶ τὸν ϑεὸν οὐ ϕοβοῦμαι οὐδὲ ἄνϑρωπον ἐντρέπομαι,
Verse: 5    
διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
Verse: 6    
Εἶπεν δὲ κύριος, ᾽Ακούσατε τί κριτὴς τῆς ἀδικίας λέγει·
Verse: 7    
δὲ ϑεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροϑυμεῖ ἐπ' αὐτοῖς;
Verse: 8    
λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν υἱὸς τοῦ ἀνϑρώπου ἐλϑὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
Verse: 9    
Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιϑότας ἐϕ' ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουϑενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
Verse: 10    
῎Ανϑρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασϑαι, εἷς Φαρισαῖος καὶ ἕτερος τελώνης.
Verse: 11    
Φαρισαῖος σταϑεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο, ῾Ο ϑεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνϑρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, καὶ ὡς οὗτος τελώνης·
Verse: 12    
νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
Verse: 13    
δὲ τελώνης μακρόϑεν ἑστὼς οὐκ ἤϑελεν οὐδὲ τοὺς ὀϕϑαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ' ἔτυπτεν τὸ στῆϑος αὐτοῦ λέγων, ῾Ο ϑεός, ἱλάσϑητί μοι τῷ ἁμαρτωλῷ.
Verse: 14    
λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ' ἐκεῖνον· ὅτι πᾶς ὑψῶν ἑαυτὸν ταπεινωϑήσεται, δὲ ταπεινῶν ἑαυτὸν ὑψωϑήσεται.
Verse: 15    
Προσέϕερον δὲ αὐτῷ καὶ τὰ βρέϕη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαϑηταὶ ἐπετίμων αὐτοῖς.
Verse: 16    
δὲ ᾽Ιησοῦς προσεκαλέσατο αὐτὰ λέγων, ῎Αϕετε τὰ παιδία ἔρχεσϑαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ ϑεοῦ.
Verse: 17    
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ ϑεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλϑῃ εἰς αὐτήν.
Verse: 18    
Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, Διδάσκαλε ἀγαϑέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
Verse: 19    
εἶπεν δὲ αὐτῷ ᾽Ιησοῦς, Τί με λέγεις ἀγαϑόν; οὐδεὶς ἀγαϑὸς εἰ μὴ εἷς ϑεός.
Verse: 20    
τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ ϕονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
Verse: 21    
δὲ εἶπεν, Ταῦτα πάντα ἐϕύλαξα ἐκ νεότητος.
Verse: 22    
ἀκούσας δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ῎Ετι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις ϑησαυρὸν ἐν [τοῖς] οὐρανοῖς, καὶ δεῦρο ἀκολούϑει μοι.
Verse: 23    
δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήϑη, ἦν γὰρ πλούσιος σϕόδρα.
Verse: 24    
᾽Ιδὼν δὲ αὐτὸν ᾽Ιησοῦς [περίλυπον γενόμενον] εἶπεν, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ εἰσπορεύονται·
Verse: 25    
εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης διελϑεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ ϑεοῦ εἰσελϑεῖν.
Verse: 26    
εἶπαν δὲ οἱ ἀκούσαντες, Καὶ τίς δύναται σωϑῆναι;
Verse: 27    
δὲ εἶπεν, Τὰ ἀδύνατα παρὰ ἀνϑρώποις δυνατὰ παρὰ τῷ ϑεῷ ἐστιν.
Verse: 28    
Εἶπεν δὲ Πέτρος, ᾽Ιδοὺ ἡμεῖς ἀϕέντες τὰ ἴδια ἠκολουϑήσαμέν σοι.
Verse: 29    
δὲ εἶπεν αὐτοῖς, ᾽Αμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀϕῆκεν οἰκίαν γυναῖκα ἀδελϕοὺς γονεῖς τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ ϑεοῦ,
Verse: 30    
ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Verse: 31    
Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς, ᾽Ιδοὺ ἀναβαίνομεν εἰς ᾽Ιερουσαλήμ, καὶ τελεσϑήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προϕητῶν τῷ υἱῷ τοῦ ἀνϑρώπου·
Verse: 32    
παραδοϑήσεται γὰρ τοῖς ἔϑνεσιν καὶ ἐμπαιχϑήσεται καὶ ὑβρισϑήσεται καὶ ἐμπτυσϑήσεται,
Verse: 33    
καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
Verse: 34    
καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ' αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
Verse: 35    
᾽Εγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ᾽Ιεριχὼ τυϕλός τις ἐκάϑητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν.
Verse: 36    
ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνϑάνετο τί εἴη τοῦτο·
Verse: 37    
ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾽Ιησοῦς Ναζωραῖος παρέρχεται.
Verse: 38    
καὶ ἐβόησεν λέγων, ᾽Ιησοῦ, υἱὲ Δαυίδ, ἐλέησόν με.
Verse: 39    
καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
Verse: 40    
σταϑεὶς δὲ ᾽Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχϑῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν,
Verse: 41    
Τί σοι ϑέλεις ποιήσω; δὲ εἶπεν, Κύριε, ἵνα ἀναβλέψω.
Verse: 42    
καὶ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ᾽Ανάβλεψον· πίστις σου σέσωκέν σε.
Verse: 43    
καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούϑει αὐτῷ δοξάζων τὸν ϑεόν. καὶ πᾶς λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ ϑεῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.