TITUS
Novum Testamentum graece
Part No. 63
Previous part

Chapter: 19 
Verse: 1    Καὶ εἰσελϑὼν διήρχετο τὴν ᾽Ιεριχώ.
Verse: 2    
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος.
Verse: 3    
καὶ ἐζήτει ἰδεῖν τὸν ᾽Ιησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
Verse: 4    
καὶ προδραμὼν εἰς τὸ ἔμπροσϑεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσϑαι.
Verse: 5    
καὶ ὡς ἦλϑεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηϑι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
Verse: 6    
καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
Verse: 7    
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλϑεν καταλῦσαι.
Verse: 8    
σταϑεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, ᾽Ιδοὺ τὰ ἡμίσειά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοϕάντησα ἀποδίδωμι τετραπλοῦν.
Verse: 9    
εἶπεν δὲ πρὸς αὐτὸν ᾽Ιησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καϑότι καὶ αὐτὸς υἱὸς ᾽Αβραάμ ἐστιν·
Verse: 10    
ἦλϑεν γὰρ υἱὸς τοῦ ἀνϑρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
Verse: 11    
᾽Ακουόντων δὲ αὐτῶν ταῦτα προσϑεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι ᾽Ιερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ ϑεοῦ ἀναϕαίνεσϑαι.
Verse: 12    
εἶπεν οὖν, ῎Ανϑρωπός τις εὐγενὴς ἐπορεύϑη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
Verse: 13    
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασϑε ἐν ἔρχομαι.
Verse: 14    
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ ϑέλομεν τοῦτον βασιλεῦσαι ἐϕ' ἡμᾶς.
Verse: 15    
Καὶ ἐγένετο ἐν τῷ ἐπανελϑεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν ϕωνηϑῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
Verse: 16    
παρεγένετο δὲ πρῶτος λέγων, Κύριε, μνᾶ σου δέκα προσηργάσατο μνᾶς.
Verse: 17    
καὶ εἶπεν αὐτῷ, Εὖγε, ἀγαϑὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσϑι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
Verse: 18    
καὶ ἦλϑεν δεύτερος λέγων, ῾Η μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
Verse: 19    
εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
Verse: 20    
καὶ ἕτερος ἦλϑεν λέγων, Κύριε, ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
Verse: 21    
ἐϕοβούμην γάρ σε, ὅτι ἄνϑρωπος αὐστηρὸς εἶ, αἴρεις οὐκ ἔϑηκας καὶ ϑερίζεις οὐκ ἔσπειρας.
Verse: 22    
λέγει αὐτῷ, ᾽Εκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνϑρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔϑηκα καὶ ϑερίζων οὐκ ἔσπειρα;
Verse: 23    
καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλϑὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.
Verse: 24    
καὶ τοῖς παρεστῶσιν εἶπεν, ῎Αρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι [
Verse: 25    
καὶ εἶπαν αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς].
Verse: 26    
λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοϑήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρϑήσεται.
Verse: 27    
πλὴν τοὺς ἐχϑρούς μου τούτους τοὺς μὴ ϑελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασϕάξατε αὐτοὺς ἔμπροσϑέν μου.
Verse: 28    
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσϑεν ἀναβαίνων εἰς ῾Ιεροσόλυμα.
Verse: 29    
Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηϑϕαγὴ καὶ Βηϑανιὰ πρὸς τὸ ὄρος τὸ καλούμενον ᾽Ελαιῶν, ἀπέστειλεν δύο τῶν μαϑητῶν
Verse: 30    
λέγων, ῾Υπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐϕ' ὃν οὐδεὶς πώποτε ἀνϑρώπων ἐκάϑισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.
Verse: 31    
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι ῾Ο κύριος αὐτοῦ χρείαν ἔχει.
Verse: 32    
ἀπελϑόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καϑὼς εἶπεν αὐτοῖς.
Verse: 33    
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;
Verse: 34    
οἱ δὲ εἶπαν ὅτι ῾Ο κύριος αὐτοῦ χρείαν ἔχει.
Verse: 35    
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν ᾽Ιησοῦν.
Verse: 36    
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
Verse: 37    
᾽Εγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ῎Ορους τῶν ᾽Ελαιῶν ἤρξαντο ἅπαν τὸ πλῆϑος τῶν μαϑητῶν χαίροντες αἰνεῖν τὸν ϑεὸν ϕωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
Verse: 38    
λέγοντες, Εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.
Verse: 39    
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαϑηταῖς σου.
Verse: 40    
καὶ ἀποκριϑεὶς εἶπεν, Λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίϑοι κράξουσιν.
Verse: 41    
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν,
Verse: 42    
λέγων ὅτι Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀϕϑαλμῶν σου.
Verse: 43    
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν οἱ ἐχϑροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοϑεν,
Verse: 44    
καὶ ἐδαϕιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀϕήσουσιν λίϑον ἐπὶ λίϑον ἐν σοί, ἀνϑ' ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
Verse: 45    
Καὶ εἰσελϑὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
Verse: 46    
λέγων αὐτοῖς, Γέγραπται, Καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
Verse: 47    
Καὶ ἦν διδάσκων τὸ καϑ' ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ·
Verse: 48    
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.