TITUS
Novum Testamentum graece
Part No. 64
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
Verse: 2    
καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, τίς ἐστιν δούς σοι τὴν ἐξουσίαν ταύτην.
Verse: 3    
ἀποκριϑεὶς δὲ εἶπεν πρὸς αὐτούς, ᾽Ερωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·
Verse: 4    
Τὸ βάπτισμα ᾽Ιωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνϑρώπων;
Verse: 5    
οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ᾽Εὰν εἴπωμεν, ᾽Εξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
Verse: 6    
ἐὰν δὲ εἴπωμεν, ᾽Εξ ἀνϑρώπων, λαὸς ἅπας καταλιϑάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν ᾽Ιωάννην προϕήτην εἶναι.
Verse: 7    
καὶ ἀπεκρίϑησαν μὴ εἰδέναι πόϑεν.
Verse: 8    
καὶ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Verse: 9    
῎Ηρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ῎Ανϑρωπός [τις] ἐϕύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
Verse: 10    
καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
Verse: 11    
καὶ προσέϑετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
Verse: 12    
καὶ προσέϑετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Verse: 13    
εἶπεν δὲ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.
Verse: 14    
ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, Οὗτός ἐστιν κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται κληρονομία.
Verse: 15    
καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς κύριος τοῦ ἀμπελῶνος;
Verse: 16    
ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν, Μὴ γένοιτο.
Verse: 17    
δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίϑον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήϑη εἰς κεϕαλὴν γωνίας;
Verse: 18    
πᾶς πεσὼν ἐπ' ἐκεῖνον τὸν λίϑον συνϑλασϑήσεται· ἐϕ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν.
Verse: 19    
Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐϕοβήϑησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
Verse: 20    
Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαϑέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Verse: 21    
καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρϑῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληϑείας τὴν ὁδὸν τοῦ ϑεοῦ διδάσκεις·
Verse: 22    
ἔξεστιν ἡμᾶς Καίσαρι ϕόρον δοῦναι οὔ;
Verse: 23    
κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς,
Verse: 24    
Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραϕήν; οἱ δὲ εἶπαν, Καίσαρος.
Verse: 25    
δὲ εἶπεν πρὸς αὐτούς, Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ ϑεοῦ τῷ ϑεῷ.
Verse: 26    
καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσϑαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ ϑαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
Verse: 27    
Προσελϑόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
Verse: 28    
λέγοντες, Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελϕὸς ἀποϑάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος , ἵνα λάβῃ ἀδελϕὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελϕῷ αὐτοῦ.
Verse: 29    
ἑπτὰ οὖν ἀδελϕοὶ ἦσαν· καὶ πρῶτος λαβὼν γυναῖκα ἀπέϑανεν ἄτεκνος·
Verse: 30    
καὶ δεύτερος
Verse: 31    
καὶ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέϑανον.
Verse: 32    
ὕστερον καὶ γυνὴ ἀπέϑανεν.
Verse: 33    
γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Verse: 34    
καὶ εἶπεν αὐτοῖς ᾽Ιησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,
Verse: 35    
οἱ δὲ καταξιωϑέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
Verse: 36    
οὐδὲ γὰρ ἀποϑανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν ϑεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
Verse: 37    
ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν ϑεὸν ᾽Αβραὰμ καὶ ϑεὸν ᾽Ισαὰκ καὶ ϑεὸν ᾽Ιακώβ·
Verse: 38    
ϑεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.
Verse: 39    
ἀποκριϑέντες δέ τινες τῶν γραμματέων εἶπαν, Διδάσκαλε, καλῶς εἶπας·
Verse: 40    
οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
Verse: 41    
Εἶπεν δὲ πρὸς αὐτούς, Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν;
Verse: 42    
αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν κύριος τῷ κυρίῳ μου, Κάϑου ἐκ δεξιῶν μου
Verse: 43    
ἕως ἂν ϑῶ τοὺς ἐχϑρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Verse: 44    
Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
Verse: 45    
᾽Ακούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαϑηταῖς [αὐτοῦ],
Verse: 46    
Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν ϑελόντων περιπατεῖν ἐν στολαῖς καὶ ϕιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαϑεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
Verse: 47    
οἳ κατεσϑίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προϕάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.