TITUS
Novum Testamentum graece
Part No. 67
Previous part

Chapter: 23 
Verse: 1    Καὶ ἀναστὰν ἅπαν τὸ πλῆϑος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
Verse: 2    
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, Τοῦτον εὕραμεν διαστρέϕοντα τὸ ἔϑνος ἡμῶν καὶ κωλύοντα ϕόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.
Verse: 3    
δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων; δὲ ἀποκριϑεὶς αὐτῷ ἔϕη, Σὺ λέγεις.
Verse: 4    
δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνϑρώπῳ τούτῳ.
Verse: 5    
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ᾽Ανασείει τὸν λαὸν διδάσκων καϑ' ὅλης τῆς ᾽Ιουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Verse: 6    
Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνϑρωπος Γαλιλαῖός ἐστιν·
Verse: 7    
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας ῾Ηρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς ῾Ηρῴδην, ὄντα καὶ αὐτὸν ἐν ῾Ιεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
Verse: 8    
δὲ ῾Ηρῴδης ἰδὼν τὸν ᾽Ιησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων ϑέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ' αὐτοῦ γινόμενον.
Verse: 9    
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
Verse: 10    
εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
Verse: 11    
ἐξουϑενήσας δὲ αὐτὸν [καὶ] ῾Ηρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσϑῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
Verse: 12    
ἐγένοντο δὲ ϕίλοι τε ῾Ηρῴδης καὶ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ' ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχϑρᾳ ὄντες πρὸς αὑτούς.
Verse: 13    
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
Verse: 14    
εἶπεν πρὸς αὐτούς, Προσηνέγκατέ μοι τὸν ἄνϑρωπον τοῦτον ὡς ἀποστρέϕοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐϑὲν εὗρον ἐν τῷ ἀνϑρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ' αὐτοῦ,
Verse: 15    
ἀλλ' οὐδὲ ῾Ηρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον ϑανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
Verse: 16    
παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Verse: 18    
ἀνέκραγον δὲ παμπληϑεὶ λέγοντες, Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
Verse: 19    
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ ϕόνον βληϑεὶς ἐν τῇ ϕυλακῇ.
Verse: 20    
πάλιν δὲ Πιλᾶτος προσεϕώνησεν αὐτοῖς, ϑέλων ἀπολῦσαι τὸν ᾽Ιησοῦν·
Verse: 21    
οἱ δὲ ἐπεϕώνουν λέγοντες, Σταύρου, σταύρου αὐτόν.
Verse: 22    
δὲ τρίτον εἶπεν πρὸς αὐτούς, Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον ϑανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
Verse: 23    
οἱ δὲ ἐπέκειντο ϕωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωϑῆναι, καὶ κατίσχυον αἱ ϕωναὶ αὐτῶν.
Verse: 24    
καὶ Πιλᾶτος ἐπέκρινεν γενέσϑαι τὸ αἴτημα αὐτῶν·
Verse: 25    
ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ ϕόνον βεβλημένον εἰς ϕυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ ᾽Ιησοῦν παρέδωκεν τῷ ϑελήματι αὐτῶν.
Verse: 26    
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ ἐπέϑηκαν αὐτῷ τὸν σταυρὸν ϕέρειν ὄπισϑεν τοῦ ᾽Ιησοῦ.
Verse: 27    
᾽Ηκολούϑει δὲ αὐτῷ πολὺ πλῆϑος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐϑρήνουν αὐτόν.
Verse: 28    
στραϕεὶς δὲ πρὸς αὐτὰς [ὁ] ᾽Ιησοῦς εἶπεν, Θυγατέρες ᾽Ιερουσαλήμ, μὴ κλαίετε ἐπ' ἐμέ· πλὴν ἐϕ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
Verse: 29    
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔϑρεψαν.
Verse: 30    
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, Πέσετε ἐϕ' ἡμᾶς, καὶ τοῖς βουνοῖς, Καλύψατε ἡμᾶς·
Verse: 31    
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Verse: 32    
῎Ηγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεϑῆναι.
Verse: 33    
καὶ ὅτε ἦλϑον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
Verse: 34    
[ὁ δὲ ᾽Ιησοῦς ἔλεγεν, Πάτερ, ἄϕες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.] διαμεριζόμενοιδὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον.
Verse: 35    
καὶ εἱστήκει λαὸς ϑεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ῎Αλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν Χριστὸς τοῦ ϑεοῦ ἐκλεκτός.
Verse: 36    
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξοσπροσϕέροντες αὐτῷ
Verse: 37    
καὶ λέγοντες, Εἰ σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων, σῶσον σεαυτόν.
Verse: 38    
ἦν δὲ καὶ ἐπιγραϕὴ ἐπ' αὐτῷ, ῾Ο βασιλεὺς τῶν ᾽Ιουδαίων οὗτος.
Verse: 39    
Εἷς δὲ τῶν κρεμασϑέντων κακούργων ἐβλασϕήμει αὐτὸν λέγων, Οὐχὶ σὺ εἶ Χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
Verse: 40    
ἀποκριϑεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔϕη, Οὐδὲ ϕοβῇ σὺ τὸν ϑεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
Verse: 41    
καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
Verse: 42    
καὶ ἔλεγεν, ᾽Ιησοῦ, μνήσϑητί μου ὅταν ἔλϑῃς ἐν τῇ βασιλείᾳ σου.
Verse: 43    
καὶ εἶπεν αὐτῷ, ᾽Αμήν σοι λέγω, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
Verse: 44    
Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐϕ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
Verse: 45    
τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσϑη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
Verse: 46    
καὶ ϕωνήσας ϕωνῇ μεγάλῃ ᾽Ιησοῦς εἶπεν, Πάτερ, εἰς χεῖράς σου παρατίϑεμαι τὸ πνεῦμά μου·τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
Verse: 47    
᾽Ιδὼν δὲ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν ϑεὸν λέγων, ῎Οντως ἄνϑρωπος οὗτος δίκαιος ἦν.
Verse: 48    
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν ϑεωρίαν ταύτην, ϑεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήϑη ὑπέστρεϕον.
Verse: 49    
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόϑεν, καὶ γυναῖκες αἱ συνακολουϑοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Verse: 50    
Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ᾽Ιωσὴϕ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαϑὸς καὶ δίκαιος
Verse: 51    
οὗτος οὐκ ἦν συγκατατεϑειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ ῾Αριμαϑαίας πόλεως τῶν ᾽Ιουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ ϑεοῦ,
Verse: 52    
οὗτος προσελϑὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ᾽Ιησοῦ,
Verse: 53    
καὶ καϑελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔϑηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
Verse: 54    
καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέϕωσκεν.
Verse: 55    
Κατακολουϑήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυϑυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐϑεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέϑη τὸ σῶμα αὐτοῦ,
Verse: 56    
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.
   
/ Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.